(“Three strides did he make, and with the fourth came to his goal, even to Aegae,”253)
καὶ ὡς ἐντεῦθεν τὴν πανοπλίαν ἀναλαβῶν καὶ ὑποζεύξας τοὺς ἵππους διὰ τοῦ πελάγους ἐφέρετο.
(and how he took thence all his armour and harnessed his horses and drove through the waves:)
(“And with gladness the sea parted before him, and the horses fared very swiftly, and the bronze axle was not wetted beneath,”)
ἅτε οὐδενὸς ἐμποδὼν ὄντος, πάντων δὲ ἐξισταμένων καὶ ὑποχωρούντων ἐν χαρμονῇ. οὔκουν οὐδὲν αὑτῷ πολέμιον οὐδὲ ἀντίπαλον ᾤετο καταλιπέσθαι, οὐδὲ αὑτὸν κατείργειν οὐδὲ ἓν τὸ μὴ ἐπὶ τοῦ Τίγρητος στῆναι ταῖς ἐκβολαῖς. εἵπετο δὲ αὐτῷ πολὺς μὲν ὁπλίτης,254 ἱππεῖς δὲ οὐχ ἥττους, [B] ἀλλ᾽ οἳπερ ἄλκιμοι, Κελτοὶ καὶ Ἴβηρες Γερμανῶν τε οἱ πρόσοικοι Ῥήνῳ καὶ τῇ θαλάττῃ τῇ πρὸς ἑσπέραν, ἣν εἴτε Ὠκεανὸν χρὴ καλεῖν εἴτε Ἀτλαντικὴν θάλατταν εἴτε ἄλλῃ τινὶ χρῆσθαι προσωνυμίᾳ προσῆκον, οὐκ ἰσχυρίζομαι· πλὴν ὅτι δὴ αὐτῇ προσοικεῖ δύσμαχα καὶ ῥώμῃ διαφέροντα τῶν ἄλλων ἐθνῶν γένη βαρβάρων, οὐκ ἀκοῇ μόνον, ἥπερ δὴ τυγχάνει πίστις οὐκ ἀσφαλής, ἀλλ᾽ αὐτῇ πείρᾳ τοῦτο ἐκμαθὼν οἶδα. [C] τούτων δὴ τῶν ἐθνῶν ἐξαναστήσας οὐκ ἔλαττον [pg 150] πλῆθος τῆς οἴκοθεν αὐτῷ ξυνεπισπομένης255 στρατιᾶς, μᾶλλον δὲ τὸ μὲν ὡς οἰκεῖον εἵπετο πολὺ καὶ αὐτῷ ξύμφυλον, τὸ δὲ ἡμέτερον· οὕτω γὰρ καλεῖν ἄξιον· ὁπόσον Ῥωμαίων βίᾳ καὶ οὐ γνώμῃ ξυνηκολούθησεν, ἐοικὸς ἐπικούροις καὶ μισθοφόροις, ἐν Καρὸς εἵπετο τάξει καὶ σχήματι, δύσνουν μέν, ὡς εἰκός, βαρβάρῳ καὶ ξένῳ, μέθῃ [D] καὶ κραιπάλῃ τὴν δυναστείαν περιφρονήσαντι καὶ ἀνελομένῳ, ἄρχοντι δέ, ὥσπερ ἦν ἄξιον τὸν ἐκ τοιούτων προοιμίων καὶ προνομίων ἀρξάμενον. ἡγεῖτο δὲ αὐτὸς οὔτι κατὰ τὸν Τυφῶνα, ὃν ἡ ποιητικὴ τερατεία φησὶ τῷ Διὶ χαλεπαίνουσαν τὴν Γῆν ὠδῖναι, οὐδὲ ὡς γιγάντων ὁ κράτιστος, ἀλλ᾽ οἵαν ὁ σοφὸς ἐν μύθοις Πρόδικος τὴν Κακίαν δημιουργεῖ πρὸς τὴν Ἀρετὴν256 διαμιλλωμένην καὶ ἐθέλουσαν τὸν τοῦ Διὸς ἀναπείθειν παῖδα, ὅτι ἄρα αὐτῷ μάλιστα πάντων τιμητέα εἴη. προάγων [57] δὲ ἐπὶ τὴν μάχην προυφέρετο τὰ τοῦ Καπανέως, βαρβαρίζων257 καὶ ἀνοηταίνων, οὔτι μὴν κατ᾽ ἐκεῖνον τῇ ῥώμῃ τῆς ψυχῆς πίσυνος οὐδὲ ἀλκῇ τοῦ σώματος, τῷ πλήθει δὲ τῶν ξυνεπομένων βαρβάρων, οἷς δὴ καὶ λείαν ἅπαντα προθήσειν ἠπείλει, ταξίαρχον ταξιάρχῳ καὶ λοχαγὸν λοχαγῷ καὶ στρατιώτην στρατιώτῃ τῶν ἐξ ἐναντίας αὐταῖς ἀποσκευαῖς καὶ κτήμασιν, οὐδὲ τὸ σῶμα ἁφιεὶς ἐλεύθερον. αὔξει δὲ αὐτοῦ τὴν διάνοιαν ἡ [pg 152] βασιλέως258 δεινότης, [B] καὶ ἐκ τῶν δυσχωριῶν εἰς τὰ πεδία κατάγει γανύμενον καὶ οὐ ξυνιέντα, δρασμὸν δὲ ἀτεχνῶς καὶ οὐ στρατηγίαν τὸ πρᾶγμα κρίνοντα. ταῦτά τοι καὶ ἁλίσκεται, καθάπερ ὄρνιθες καὶ ἰχθύες δικτύοις. ἐπειδὴ γὰρ ἐς τὴν εὐρυχωρίαν καὶ τὰ πεδία τῶν Παιόνων ἦλθε καὶ ἐδόκει λῷον ἐνταῦθα διαγωνίζεσται, τότε δὴ βασιλεὺς τούς τε ἱππέας ἐπὶ κέρως τάττει χωρὶς ἑκατέρου.
(for nothing stood in his way, but all things stood aside and made a path for him in their joy. Even so the usurper thought that he had left behind him nothing hostile or opposed to him, and that there was nothing at all to hinder him from taking up a position at the mouth of the Tigris. And there followed him a large force of heavy infantry and as many cavalry, yes, and good fighters they were, Celts, Iberians and Germans from the banks of the Rhine and from the coasts of the western sea. Whether I ought to call that sea the Ocean or the Atlantic, or whether it is proper to use some other name for it, I am not sure. I only know that its coasts are peopled by tribes of barbarians who are not easy to subdue and are far more energetic than any other race, and I know it not merely from hearsay, on which it is never safe to rely, but I have learned it from personal experience. From these tribes, then, he mustered an army as large as that which marched with him from home, or rather many followed him because they were his own people, allied to him by the ties of race, but our subjects—for so we must call them—I mean all his Roman troops followed from compulsion and not from choice, like mercenary allies, and their position and rôle was like that of the proverbial Carian,259 since they were naturally ill-disposed to a barbarian and a stranger who had conceived the idea of ruling and embarked on the enterprise at the time of a drunken debauch, and was the sort of leader that one might expect from such a preface and prelude as that. He led them in person, not indeed like Typho, who, as the poet tells us,260 in his wonder tale, was brought forth by the earth in her anger against Zeus, nor was he like the strongest of the Giants, but he was like that Vice incarnate which the wise Prodicus created in his fable,261 making her compete with Virtue and attempt to win over the son of Zeus,262 contending that he would do well to prize her above all else. And as he led them to battle he outdid the behaviour of Capaneus,263 like the barbarian that he was, in his insensate folly, though he did not, like Capaneus, trust to the energy of his soul or his physical strength, but to the numbers of his barbarian followers; and he boasted that he would lay everything at their feet to plunder, that every general and captain and common soldier of his should despoil an enemy of corresponding rank of his baggage and belongings, and that he would enslave the owners as well. He was confirmed in this attitude by the Emperor's clever strategy, and led his army out from the narrow passes to the plains in high spirits and little knowing the truth, since he decided that the Emperor's march was merely flight and not a manoeuvre. Thus he was taken unawares, like a bird or fish in the net. For when he reached the open country and the plains of Paeonia, and it seemed advantageous to fight it out there, then and not before the Emperor drew up his cavalry separately on both wings.)
Τούτων δὲ οἱ μέν εἰσιν αἰχμοφόροι, θώραξιν ἐλατοῖς καὶ κράνεσιν ἐκ σιδήρου πεποιημένοις σκεπόμενοι· [C] κνημῖδές τε τοῖς σφυροῖς εὖ μάλα περιηρμοσμέναι καὶ περιγονατίδες καὶ περὶ τοὶς μηροῖς ἕτερα τοιαῦτα ἐκ σιδήρου καλύμματα· αὐτοὶ δὲ ἀτεχνῶς ὥσπερ ἀνδριάντες ἐπὶ τῶν ἵππων φερόμενοι, οὐδὲν ἀσπίδος δεόμενοι. τούτοις εἵπετο τῶν ἄλλων ἱππέων πλῆθος ἀσπίδας φέροντες, οἱ δὲ ἀπὸ τῶν ἵππων τοξεύοντες. πεζῶν [D] δὲ ὁ μὲν ὁπλίτης ἦν ἐν τῷ μώσῳ συνάπτων ἐφ᾽ ἑκάτερα τοῖς ἱππεῦσιν· ἐξόπισθεν δὲ οἱ σφενδονῆται καὶ τοξόται καὶ ὁπόσον ἐκ χειρὸς βάλλει γυμνὸν ἀσπίδος καὶ θώρακος. οὕτω κοσμηθείσης τῆς φάλαγγος, μικρὰ τοῦ λαιοῦ κέρως προελθόντος ἅπαν τὸ πολέμιον συνετετάρακτο καὶ οὐκ ἐφύλαττε τὴν τάξιν.264 ἐγκειμένων δὲ τῶν ἱππέων καὶ οὐκ ἀνιέντων φεύγει μὲν αἰσχρῶς ὁ τὴν βασιλείαν αἴσχιον ἁρπάσας, λείπει δὲ αὐτοῦ τὸν ἵππαρχον καὶ χιλιάρχους καὶ ταξιάρχους πάνυ πολλοὺς καὶ [pg 154] ἐρρωμένως ἀγωνιζομένους, ἐπὶ πᾶσι δὲ τὴν ποιητὴν τοῦ τερατώδους καὶ ἐξαγίστου δράματος, [58] ὃς πρῶτος ἐπὶ νοὺν ἐβάλετο μεταποιῆσαι τὴν βασιλείαν καὶ ἀφελέσθαι τοῦ γέρως ἡμᾶς.
(Of these troops some carry lances and are protected by cuirasses and helmets of wrought iron mail. They wear greaves that fit the legs closely, and knee-caps, and on their thighs the same sort of iron covering. They ride their horses exactly like statues, and need no shield. In the rear of these was posted a large body of the rest of the cavalry, who carried shields, while others fought on horseback with bows and arrows. Of the infantry the hoplites occupied the centre and supported the cavalry on either wing. In their rear were the slingers and archers and all troops that shoot their missiles from the hand and have neither shield nor cuirass. This, then, was the disposition of our phalanx. The left wing slightly outflanked the enemy, whose whole force was thereby thrown into confusion, and their line broke. When our cavalry made a charge and maintained it stubbornly, he who had so shamefully usurped the imperial power disgraced himself by flight, and left there his cavalry commander and his numerous chiliarchs and taxiarchs, who continued to fight bravely, and in command of all these the real author265 of that monstrous and unholy drama, who had been the first to suggest to him that he should pretend to the imperial power and rob us of our royal privilege.)
Καὶ τέως μὲν266 ἔχαιρε τῆς πρώτης πείρας οὐκ ἀποσφαλεὶς οὐδὲ ἁμαρτήσας, τέτε δὲ ἐφεστώσας ξὺν δίκῃ ποινὰς ἀπαιτεῖται τῶν ἔργων καὶ ἄπιστον τιμωρίαν εἰσπράττεται. πάντων γὰρ ὁπόσοι τοῦ πολέμου τῷ τυράννῳ συνεφήψαντο ἐμφανὴς μὲν ὁ θάνατος, δήλη δ᾽ ἡ φυγὴ καὶ ἄλλων μεταμέλεια· ἰκέτευον γὰρ πολλόι, [B] καὶ ἔτυχον ἅπαντες συγγνώμης, βασιλέως τὸν τῆς Φέτιδος ὑπερβαλλομένου μεγαλοφροσύνῃ. ὁ μὲν γάρ, ἐπειδὴ Πάτροκλος ἔπεσεν, οὐδὲ πιπράκειν ἁλόντας ἔτι τοὺς πολεμίους ἠξίου, ἀλλ᾽ ἱκετεύοντας περὶ τοῖς γόνασιν ἔκτεινεν· ὁ δὲ ἐκήρυττεν ἄδειαν τοῖς ἐξαρνουμένοις τὴν ξυνωμοσίαν, οὐ θανάτου μόνον ἢ φυγῆς ἤ τινος ἄλλης τιμωρίας ἀφαιρῶν τὸν φόβον, ὥσπερ δὲ ἔκ τινος ταλαιπωρίας καὶ ἄλης δυστυχοῦς τῆς ξὺν [C] τῷ τυράννῳ βιοτῆς κατάγειν σφᾶς ἐπ᾽ ἀκεραίοις τοῖς πρόσθεν ἠξίου. τοῦτο μὲν δὴ καὶ αὖθις τεύξεται λόγου.
(For a time indeed he enjoyed success, and at his first attempt met with no repulse or failure, but on that day he provoked the punishment that justice had in store for his misdeeds, and had to pay a penalty that is hardly credible. For all the others who abetted the usurper in that war met death openly or their flight was evident to all, as was the repentance of others. For many came as suppliants, and all obtained forgiveness, since the Emperor surpassed the son of Thetis in generosity. For Achilles, after Patroclus fell, refused any longer even to sell those whom he took captive, but slew them as they clasped his knees and begged for mercy. But the Emperor proclaimed an amnesty for those who should renounce the conspiracy, and so not only freed them from the fear of death or exile or some other punishment, but, as though their association with the usurper had been due to some misadventure or unhappy error, he deigned to reinstate them and completely cancel the past. I shall have occasion to refer to this again.)
Ἐκεῖνο δὲ ἤδη ῥητέον, ὡς οὔτε ἐν τοῖς κειμένοις ἦν οὔτε ἐν τοῖς φεύγουσιν ὁ παιδοτρίβης τοῦ τυράννου. τὸ γὰρ μηδὲ ἐλπίσαι συγγνώμην εὔλογον οὕτω μὲν ἄδικα διανοηθέντα, ἀσεβῆ δὲ ἐργασάμενον, φόνων τε ἀδίκων ἀνδρῶν καὶ γυναικῶν, πολλῶν μὲν ἰδιωτῶν, [D] πάντων δὲ σχεδὸν [pg 156] ὁπόσοι τοῦ βασιλείου γένους μετεῖχον ἁψάμενον, οὔτι ξὺν δείματι οὐδὲ ἄν τις ἐμφύλιον φόνον διανοηθείν δρῶν, παλαμναίους τινὰς καὶ μιάστορας δεδιὼς καὶ ὑφορώμενος ἐκ τοῦ μιάσματος, ἀλλα ὥσπερ τισὶ καθαρσίοις καινοῖς καὶ ἀτόποις τοὺς πρόσθεν ἀπονιπτόμενος ἄνδρα ἐπ᾽ ἀνδρὶ καὶ γυναῖκας ἐπὶ τοῖς φιλτάτοις ἀποκτιννὺς εἰκότως ἀπέγνω τὴν ἱκετηρίαν. ταῦτα εἰκὸς μὲν αὐτὸν διανοηθῆναι, [59] εἰκὸς δὲ καὶ ἄλλως ἔχειν. οὐ γὰρ δὴ ἴσμεν ὅ, τί ποτε παθὼν ἢ δράσας ᾤχετο ἄιστος, ἄφαντος. ἀλλ᾽ εἴτε αὐτὸν δαίμων τιμωρὸς ξυναρπάσας, καθάπερ Ὅμηρός φησι τὰς τοῦ Πανδάρεω267 θυγατέρας, ἐπὶ γῆς ἄγει πέρατα ποινὰς ἀπαιτήσων τῶν διανοημάτων, εἴτε αὐτὸν ὁ ποταμὸς ὑποδεξάμενος ἑστιᾶν κελεύει τοὺς ἰχθῦς, οὔτι πω δῆλον. ἄχρι μὲν γὰρ τῆς μάχης αὐτῆς καὶ ὁπηνίκα οἱ λόχοι συνετάττοντο πρὸς φάλαγγα θρασὺς [B] ἦν ἐν μέσοις ἀναστρεφόμενος; ἐπεὶ δὲ ἐπράχθη268 τὰ τῆς μάχης, ὥσπερ ἦν ἄξιον, ἀφανὴς ᾤχετο οὐκ οἶδα ὑπὸ τοῦ θεῶν ἢ δαιμόνων κρυφθείς, πλὴν ὅτι γε οὐκ ἐπ᾽ ἀμείνοσι ταῖς τύχαις εὔδηλον. οὐ γὰρ δὴ αὖθις ἔμελλε φανεὶς ἐπ᾽ ἐξουσίας ὑβρίζων ἀδεῶς εὐδαιμονήσειν, ὡς ᾤετο, ἀλλα ἐς τὸ παντελὲς ἀφανισθεὶς τιμωρίαν ὑφέξειν αὐτῷ μὲν [pg 158] δυστυχῆ, πολλοῖς δὲ ὠφέλιμον καὶ πρὸς ἐπανόρθωσιν.
(But what I must now state is that the man who had trained and tutored the usurper was neither among the fallen nor the fugitives. It was indeed natural that he should not even hope for pardon, since his schemes had been so wicked, his actions so infamous, and he had been responsible for the slaughter of so many innocent men and women, of whom many were private citizens, and of almost all who were connected with the imperial family. And he had done this not with shrinking nor with the sentiments of one who sheds the blood of his own people, and because of that stain of guilt fears and is on the watch for the avenger and those who will exact a bloody reckoning, but, with a kind of purification that was new and unheard of, he would wash his hands of the blood of his first victims, and then go on to murder man after man, and then, after those whom they held dear, he slew the women as well. So he naturally abandoned the idea of appealing for mercy. But likely as it is that he should think thus, yet it may well be otherwise For the fact is that we do not know what he did or suffered before he vanished out of sight, out of our ken. Whether some avenging deity snatched him away, as Homer says of the daughters of Pandareos,269 and even now is carrying him to the very verge of the world to punish him for his evil designs, or whether the river270 has received him and bids him feed the fishes, has not yet been revealed. For till the battle actually began, and while the troops were forming the phalanx, he was full of confidence and went to and fro in the centre of their line. But when the battle was ended as was fitting, he vanished completely, taken from our sight by I know not what god or supernatural agency, only it is quite certain that the fate in store for him was far from enviable. At any rate he was not destined to appear again, and, after insulting us with impunity, live prosperous and secure as he thought he should; but he was doomed to be completely blotted out and to suffer a punishment that for him indeed was fatal but to many was beneficial and gave them a chance of recovery.)
Τὰ μὲν δὴ περὶ τὸν μηχανοποιὸν τῆς ὅλης ὑποθέσεως πλείονος ἀξιωθέντα λόγου, [C] μέσῃ τῇ πράξει271 παρελόμενα τὸ ξυνεχὲς τῆς διηγήσεως, ἐνταῦθά που πάλιν ἀφετέα. ἐπανιτέον δὲ ὅθενπερ ἐξὴλθον καὶ ἀποδοτέον τὸ τέλος τῆς μάχης. οὐ γὰρ δὴ ξὺν τῇ τῶν στρατηγῶν δειλίᾳ καὶ τὰ τῶν στρατιωτῶν πίπτει φρονήματα, ἀλλ᾽ ἐπειδὴ τὰ τῆς τάξεως αὐτοῖς διεφθάρη, οὐ κακίᾳ σφῶν, ἀπειρίᾳ δὲ καὶ ἀμαθίᾳ τοῦ τάττοντος, κατὰ λόχους συνιστάμενοι διηγωνίζοντο· καὶ ἦν τὸ ἔργον ἁπάσης ἐλπίδος μεῖζον, [D] τῶν μὲν οὐχ ὑφιεμένων ἐς τὸ παντελὲς τοῖς κρατοῦσι, τῶν δὲ ἐπεξελθεῖν τελέως τῇ νίκῃ φιλοτιμουμένων, ξυμμιγής τε ᾔρετο τάραχος καὶ βοὴ καὶ κτύπος τῶν ὅπλων, ξιφῶν τε ἀγνυμένων ἀμφὶ τοῖς κράνεσι καὶ τῶν ἀσπίδων περὶ τοῖς δόρασιν. ἀνὴρ δὲ ἀνδρὶ ξυνίστατο, καὶ ἀπορριπτοῦντες τὰς ἀσπίδας αὐτοῖς τοῖς ξίφεσιν ὠθοῦντο272 μικρὰ τοῦ παθεῖν φροντίζοντες, ἅπαντα δὲ εἰς τὸ δρᾶσαί τι δεινὸν τοὺς πολεμίους τὸν θυμὸν τρέποντες, τοῦ μὴ καθαρὰν αὐτοῖς μηδὲ ἄδακρυν παρασχεῖν τὴν νίκην καὶ τὸ ἀποθνήσκειν ἀνταλλαττόμενοι. [60] καὶ ταῦτα ἔδρων οὐ πεζοὶ μόνον πρὸς τοὺς διώκοντας, ἀλλὰ καὶ ὅσοις τῶν ἱππέων ὑπὸ τῶν θραυμάτων ἀχρεῖα παντελῶς ἐγεγόνει τὰ δόρατα.273 ξυστοὶ δέ εἰσιν εὐμήκεις, οὓς συγκαταγνύντες καὶ ἀποπηδῶντες εἰς τοὺς ὁπλίτας μετεσκευάζοντο. [pg 160] καὶ χρόνον μὲν τινα χαλεπῶς καὶ μόλις ἀντεῖχον· ἐπεὶ δὲ οἵ τε ἱππεῖς ἔβαλλον ἐκ τόξων πόρρωθεν ἐφιππαζόμενοι274 καὶ οἱ θωρακοφόροι πυκναῖς ἐπ᾽ αὐτοὺς ἐχρῶντο ταῖς ἐπελάσεσιν ἅτε [B] ἐν πεδίῳ καθαρῷ καὶ λείῳ νύξ τε ἐπέλαβεν, ἐνταῦθα οἱ μὲν ἀπέφευγον ἄσμενοι, οἱ δὲ ἐδίωκον καρτερῶς ἄχρι τοῦ χάρακος, καὶ αὐτὸν αἱροῦσιν αὐταῖς ἀποσκευαῖς καὶ ἀνδραπόδοις καὶ κτήνεσιν. ἀρξαμένης δὲ, ὅπερ ἔφην, ἄρτι τῆς τροπῆς τῶν πολεμίων καὶ τῶν διωκόντων οὐκ ἀνιέντων, ἐπὶ τὸ λαιὸν ὠθοῦνται, ἵναπερ ὁ ποταμὸς ἦν τοῖς κρατοῦσιν ἐν δεξιᾳ. ἐνταῦθα δὲ ὁ πολὺς ἐγένετο φόνος, [C] καὶ ἐπλήσθη νεκρῶν ἀνδρῶν τε καὶ ἵππων ἀναμίξ. οὐ γὰρ δὴ ὁ Δρᾶος ἐῴκει Σκαμάνδρῳ, οὐδὲ ἦν εὐμενὴς τοῖς φεύγουσιν, ὡς τοὺς μὲν νεκροὺς αὐτοῖς ὅπλοις ἐξωθεῖν καὶ ἀπορριπτεῖν τῶν ῥευμάτων, τοὺς ζῶντας δὲ ξυγκαλύπτειν καὶ ἀποκρύπτειν ἀσφαλῶς ταῖς δίναις. τοῦτο γὰρ ὁ ποταμὸς ὁ Τρὼς τυχὸν μὲν ὑπὸ εὐνοίας ἔδρα, τυχὸν δὲ οὕτως ἔχων μεγέθους, ὡς ῥᾴδιον παρέχειν βαδίζειν τε ἐθέλοντι καὶ νηχομένῳ τὸν πόρον· ἐπεὶ [D] καὶ γεφυροῦται μιᾶς ἐμβληθείσης εἰς αὐτὸν πτελέας, ἅπας τε ἀναμορμύρων ἀφρῷ καὶ αἵματι πλάζ᾽ ὤμους Ἀχιλῆος, εἰ χρὴ καὶ τοῦτο πιστεῦσαι, βιαιότερον δὲ οὐδὲν εἰργάζετο· καὶ ἐπιλαβόντος ὀλίγου καύματος ἀπαγορεύει τὸν πόλεμον καὶ ἐξόμνυται τὴν ἐπικουρίαν. Ὁμήρου δὲ ἔοικεν εἶναι καὶ τοῦτο παίγνιον, καινὸν καὶ ἄτοπον μονομαχίας τρόπον ἐπινοήσαντος. ἐπεὶ καὶ τἆλλα [pg 162] δῆλός ἐστιν Ἀχιλλεῖ χαριζόμενος, καὶ ὥσπερ [61] θεατὰς ἄγων τὸ στράτευμα μόνον ἄμαχον καὶ ἀνυπόστατον ἐπάγει τοῖς πολεμίοις, κτείνοντα μὲν τοὺς ἐντυγχάνοντας, τρεπόμενον δὲ ἁπαξαπλῶς πάντας φωνῇ καὶ σχήματι καὶ τῶν ὀμμάτων ταῖς προσβολαῖς, ἀρχομένης τε οἶμαι τῆς παρατάξεως καὶ275 ἐπὶ τοῦ Σκαμάνδρου ταῖς ᾐόσιν, ἕως εἰς τὸ τεῖχος ἄσμενοι ξυνελέγησαν οἱ διαφυγόντες. ταῦτα ἐκεῖνος πολλοῖς ἔπεσι διηγούμενος καὶ θεῶν ἀναπλάττων μάχας καὶ ἐπικοσμῶν μύθοις τὴν ποίησιν δεκάζει τοὺς κριτὰς καὶ οὐκ ἐπιτρέπει δικαίαν φέρειν καὶ ἀψευδῆ ψῆφον. [B] ὅστις δὲ ἐθέλει μηδὲν ὑπὸ τοὺ κάλλους ἐξαπατᾶσθαι τῶν ῥημάτων καὶ τῶν ἔξωθεν ἐπιφερομένων πλασμάτων, † ὥσπερ ἐν ἐρχῇ περὶ ἀρωμάτων τινῶν καὶ χρωμάτων,†276 ἀρεοπαγίτης ἔστω κριτής, καὶ οὐκ εὐλαβησόμεθα τὴν κρίσιν. εἶναι μὲν γὰρ ἀγαθὸν στρατιώτην ὁμολογοῦμεν τὸν Πηλέως, ἐκ τῆς ποιήσεως ἀναπειθόμενοι. κτείνει μὲν ἄνδρας εἴκοσι,
(Now though it would be well worth while to devote more of my speech to this man who was the author of that whole enterprise, yet it breaks the thread of my narrative, which had reached the thick of the action. So I must leave that subject for the present, and going back to the point where I digressed, describe how the battle ended. For though their generals showed such cowardice, the courage of the soldiers was by no means abated. When their line was broken, which was due not to their cowardice but to the ignorance and inexperience of their leader, they formed into companies and kept up the fight. And what happened then was beyond all expectation; for the enemy refused altogether to yield to those who were defeating them, while our men did their utmost to achieve a signal victory, and so there arose the wildest confusion, loud shouts mingled with the din of weapons, as swords were shattered against helmets and shields against spears. It was a hand to hand fight, in which they discarded their shields and attacked with swords only, while, indifferent to their own fate, and devoting the utmost ardour to inflicting severe loss on the foe, they were ready to meet even death if only they could make our victory seem doubtful and dearly bought. It was not only the infantry who behaved thus to their pursuers, but even the cavalry, whose spears were broken and were now entirely useless. Their shafts are long and polished, and when they had broken them they dismounted and transformed themselves into hoplites. So for some time they held their own against the greatest odds. But since our cavalry kept shooting their arrows from a distance as they rode after them, while the cuirassiers made frequent charges, as was easy on that unobstructed and level plain, and moreover night overtook them, the enemy were glad at last to take to flight, while our men kept up a vigorous pursuit as far as the camp and took it by assault, together with the baggage and slaves and baggage animals. Directly the rout of the enemy had begun, as I have described, and while we kept up a hot pursuit, they were driven towards the left, where the river was on the right of the victors. And there the greatest slaughter took place, and the river was choked with the bodies of men and horses, indiscriminately. For the Drave was not like the Scamander, nor so kind to the fugitives; it did not put ashore and cast forth from its waters the dead in their armour, nor cover up and hide securely in its eddies those who escaped alive. For that is what the Trojan river did277, perhaps out of kindness, perhaps it was only that it was so small that it offered an easy crossing to one who tried to swim or walk. In fact, when a single poplar was thrown into it, it formed a bridge,278 and the whole river roared with foam and blood and beat upon the shoulders of Achilles,279 if indeed we may believe even this, but it never did anything more violent. When a slight fire scorched it, it gave up fighting at once and swore not to play the part of ally. However this, too, was probably a jest on Homer's part, when he invented that strange and unnatural sort of duel. For in the rest of the poem also he evidently favours Achilles, and he sets the army there as mere spectators while he brings Achilles on to the field as the only invincible and resistless warrior, and makes him slay all whom he encounters and put every one of the foe to flight, simply by his voice and bearing and the glance of his eyes, both when the battle begins and on the banks of the Scamander, till the fugitives were glad to gather within the wall of the city. Many verses he devotes to relating this, and then he invents the battles of the gods, and by embellishing his poem with such tales he corrupts his critics and prevents us from giving a fair and honest vote. But if there be any one who refuses to be beguiled by the beauty of the words and the fictions that are imported into the poem ...280, then, though he is as strict as a member of the Areopagus, I shall not dread his decision. For we are convinced by the poem that the son of Peleus is a brave soldier. He slays twenty men; then)
(“He chose twelve youths alive out of the river and led them forth amazed like fawns to atone for the death of Patroclus, son of Menoitius.”)281
τοσαύτην μέντοι ἤνεγκεν εἰς τὰ πράγματα τῶν Ἀχαιῶν ἡ νίκη τὴν ῥοπήν, [C] ὥστε οὐδὲ μείζονα φόβον τοῖς πολεμίοις ἐνέβαλεν οὐδὲ ἀπογνῶναι ἐς τὸ παντελὲς ὑπὲρ σφῶν ἐποίει. καὶ ὑπὲρ τούτων [pg 164] ἆρ᾽ ἑτέρου τινὸς μάρτυρος δεησόμεθα τὸν Ὅμηρον παραλιπόντες; [D] καὶ οὐκ ἀπόχρη τῶν ἐπῶν μνησθῆναι, ἃ πεποίηκεν ἐκεῖνος, ὁπηνίκα ἐπὶ τὰς ναῦς ἦλθεν ὁ Πρίαμος φέρων ὑπὲρ τοῦ παιδὸς τὰ λύτρα; ἐρομένου γὰρ μετὰ τὰς διαλύσεις, ὑπὲρ282 ὧν ἀφῖκτο, τοῦ τῆς Θέτιδος υἱέος
(But his victory, though it had some influence on the fortunes of the Achaeans, was not enough to inspire any great fear in the enemy, nor did it make them wholly despair of their cause. On this point shall we set Homer aside and demand some other witness? Or is it not enough to recall the verses in which he describes how Priam came to the ships bringing his son's ransom? For after he had made the truce for which he had come, and the son of Thetis asked:)
(“For how many days dost thou desire to make a funeral for noble Hector?”)
τά τε ἄλλα διέξεισι καὶ περὶ τοῦ πολέμου φησί·
(He told him not only that, but concerning the war he said:)
(“And on the twelfth day we will fight again, if fight we must.”284)
[62] οὕτως οὐδὲ ἐπαγγέλλειν ὀκνεῖ μετὰ τὴν ἐκεχειρίαν τὸν πόλεμον. ὁ δὲ ἀγεννὴς καὶ δειλὸς τύραννος ὄρη τε ὑψηλὰ προυτείνετο τῆς αὑτοῦ φυγῆς καὶ ἐξοικοδομήσας ἐπ᾽ αὐτοῖς φρούρια οὐδὲ τῇ τῶν τόπων ὀχυρότητι πιστεύει, ἀλλὰ ἱκετεύει συγγνώμης τυγχάνειν. καὶ ἔτυχεν ἄν,285 εἴπερ ἦν ἄξιος καὶ μὴ ἐφωράθη πολλάκις ἄπιστος καὶ θρασύς, ἄλλα ἐπ᾽ ἄλλοις προστιθεὶς ἀδικήματα.
(You see he does not hesitate to announce that war will be resumed after the armistice. But the unmanly and cowardly usurper sheltered his flight behind lofty mountains and built forts on them; nor did he trust even to the strength of the position, but begged for forgiveness. And he would have obtained it had he deserved it, and not proved himself on many occasions both treacherous and insolent, by heaping one crime on another.)
Τὰ μὲν δὴ κατὰ τὴν μάχην, εἰ μὴ δόξῃ τις τῶν διηγουμένων προσέχειν ἐθέλοι μηδὲ [B] ἔπεσιν εὖ πεποιημένοις, ἐς αὐτὰ δὲ ὁρᾶν τὰ ἔργα, κρινέτω. ἑξῆς δ᾽, εἰ βούλεσθε τὴν Αἴαντος ὑπὲρ τῶν νεῶν καὶ τὴν ἐπὶ τοῦ τείχους τῶν Ἀχαιῶν ἀντιθεῖναι μάχην τοῖς ἐπὶ τῆς πόλεως ἐκείνης ἔργοις· ᾗ δὴ Μυγδόνιος ποταμῶν κάλλιστος τὴν αὑτοῦ προστίθησι [pg 166] φήμην, οὔσῃ δὲ καὶ Ἀντιόχου βασιλέως ἐπωνύμῳ· γέγονε δὲ αὐτῇ καὶ ἕτερον ὄνομα βάρβαρον, σύνηθες τοῖς πολλοῖς ὑπὸ τῆς πρὸς τοὺς τῇδε βαρβάρους ἐπιμιξίας· ταύτην δὴ τὴν πὸλιν στρατὸς ἀμήχανος πλήθει Παρθυαίων [C] ξὺν Ἰνδοῖς περιέσχεν, ὁπηνίκα ἐπὶ τὸν τύραννον βαδίζειν προύκειτο· καὶ ὅπερ Ἡρακλεῖ φασιν ἐπὶ τὸ Λερναῖον ἰόντι θηρίον συνενεχθῆναι, τὸν θαλάττιον καρκίνον, τοῦτο ἦν ὁ Παρθυαίων βασιλεὺς ἐκ τῆς ἠπείρου Τίγρητα διαβὰς καὶ περιτειχίζων286 τὴν πόλιν χώμασιν· εἶτα εἰς ταῦτα δεχόμενος τὸν Μυγδόνιον λίμνην ἀπέφηνε τὸ περὶ τῷ ἄστει χωρίον καὶ ὥσπερ νῆσον ἐν αὐτῇ συνεῖχε τὴν πόλιν, [D] μικρὸν ὑπερεχουσῶν καὶ ὑπερφαινομένων τῶν ἐπάλξεων. ἐπολιόρκει δὲ ναῦς τε ἐπάγων καὶ ἐπὶ νεῶν μηχανάς· καὶ ἦν οὐχ ἡμέρας ἔργον, μηνῶν δὲ οἶμαι σχεδόν τι τεττάρων. οἱ δὲ ἐν τῷ τείχει συνεχῶς ἀπεκρούοντο τοὺς βαρβάρους καταπιμπράντες τὰς μηχανὰς τοῖς πυρφόροις· ναῦς δὲ ἀνεῖλκον πολλὰς μὲν ἐκ τοῦ τείχους, ἄλλαι δὲ κατεάγνυντο ὑπὸ ῥώμης τῶν ἀφιεμένων ὀργάνων καὶ βάρους τῶν βελῶν. [63] ἐφέροντο γὰρ εἰς αὐτὰς λίθοι ταλάντων ὁλκῆς Ἀττικῶν ἑπτά. καὶ ἐπειδὴ συχναῖς ἡμέραις ταῦτ᾽ ἐδρᾶτο, ῥήγνυται μέρος τοῦ χώματος καὶ ἡ τῶν ὑδάτων εἰσρεῖ287 πλήμμυρα, καὶ ἐπ᾽ αὐτῇ τοῦ τείχους μέρος οὐκ ἔλασσον πήχεων ἑκατὸν συγκατηνέχθη.
(And now with regard to the battle, if there be anyone who declines to heed either the opinion expressed in my narrative or those admirably written verses, but prefers to consider the actual facts, let him judge from those. Accordingly we will next, if you please, compare the fighting of Ajax in defence of the ships and of the Achaeans at the wall with the Emperor's achievements at that famous city. I mean the city to which the Mygdonius, fairest of rivers, gives its name, though it has also been named after King Antiochus. Then, too, it has another, a barbarian name288 which is familiar to many of you from your intercourse with the barbarians of those parts. This city was besieged by an overwhelming number of Parthians with their Indian allies, at the very time when the Emperor was prepared to march against the usurper. And like the sea crab which they say engaged Heracles in battle when he sallied forth to attack the Lernaean monster,289 the King of the Parthians, crossing the Tigris from the mainland, encircled the city with dykes. Then he let the Mygdonius flow into these, and transformed all the space about the city into a lake, and completely hemmed it in as though it were an island, so that only the ramparts stood out and showed a little above the water. Then he besieged it by bringing up ships with siege-engines on board. This was not the work of a day, but I believe of almost four months. But the defenders within the wall continually repulsed the barbarians by burning the siege-engines with their fire-darts. And from the wall they hauled up many of the ships, while others were shattered by the force of the engines when discharged and the weight of the missiles. For some of the stones that were hurled on to them weighed as much as seven Attic talents.290 When this had been going on for many days in succession, part of the dyke gave way and the water flowed in in full tide, carrying with it a portion of the wall as much as a hundred cubits long.291)
Ἐνταῦθα κοσμεῖ τὴν στρατιὰν τὸν Περσικὸν [pg 168] τρόπον. διασώζουσι γὰρ καὶ ἀπομιμοῦνται τὰ Περσικὰ οὐκ ἀξιοῦντες, ἐμοὶ δοκεῖν, Παρθυαῖοι νομίζεσθαι, [B] Πέρσαι δὲ εἶναι προσποιούμενοι. ταῦτά τοι καὶ στολῇ Μηδικῇ χαίρουσι. καὶ ἐς μάχας ἔρχονται ὁμοίως ἐκείνοις ὅπλοις τε ἀγαλλόμενοι τοιούτοις καὶ ἐσθήμασιν ἐπιχρύσοις καὶ ἁλουργέσι. σοφίζονται δὲ ἐντεῦθεν τὸ μὴ δοκεῖν ἀφεστάναι Μακεδόνων, ἀναλαβεῖν δὲ τὴν ἐξ ἀρχαίου βασιλείαν προσήκουσαν. οὐκοῦν καὶ ὁ βασιλεὺς Ξέρξην μιμούμενος ἐπί τινος χειροποιήτου καθῆστο γηλόφου, προῆγε292 δὲ ἡ στρατιὰ ξὺν τοῖς θηρίοις. ταῦτα δὲ ἐξ Ἰνδῶν εἵπετο, καὶ ἔφερεν ἐκ σιδήρου πύργους τοξοτῶν πλήρεις. ἡγοῦντο δὲ αὐτῶν ἱππεῖς οἱ θωρακοφόροι καὶ οἱ τοξόται, [C] ἕτερον ἱππέων πλῆθος ἀμήχανον. τὸ πεζὸν γάρ σφιν ἀχρεῖον ἐς τὰ πολεμικὰ καθέστηκεν οὔτε ἐντίμου μετέχον τάξεως οὔτε ὄν σφιν ἐν χρείᾳ, πεδιάδος οὔσης καὶ ψιλῆς τῆν χώρας ὁπόσην νέμονται ἔιοκε γὰρ δὴ τὰ τοιαῦτα πρὸς τὰς τοῦ πολέμου χρείας τιμῆς καὶ ἀτιμίας ἀξιοῦσθαι. ὡς οὖν ἀχρεῖον τῇ φύσει οὐδὲ ἐκ τῶν νόμων πολυωρίας ἀξιοῦται. συνέβη δὲ οὕτω καὶ περὶ τὴν Κρήτην καὶ Καρίαν καὶ ἐν ἄλλοις [D] δὲ μυρίοις ἔθνεσι τὰ περὶ τὸν πόλεμον κατασκευασθῆναι. οὐκοῦν καὶ ἡ Θετταλῶν οὖσα πεδιὰς ἱππεῦσιν ἐναγωνίζεσθαι καὶ ἐμμελετᾶν ἐπιτήδειος ἐφάνη. τὰ γὰρ δὴ τῆς ἡμετέρας πόλεως, ἅτε ἐς ἀντιπάλους παντοδαποὺς καταστάντα, εὐβουλίᾳ καὶ τύχῃ περιγενόμενα, [pg 170] εἰκότως ἐς ἅπαν εἶδος ὅπλων τε καὶ παρασκευῆς ἄλλης293 ἡρμόσθη.
(Thereupon he arrayed the besieging army in the Persian fashion. For they keep up and imitate Persian customs, I suppose, because they do not wish to be considered Parthians, and so pretend to be Persians. That is surely the reason why they prefer the Persian manner of dress. And when they march to battle they look like them, and take pride in wearing the same armour, and raiment adorned with gold and purple. By this means they try to evade the truth and to make it appear that they have not revolted from Macedon, but are merely resuming the empire that was theirs of old. Their king, therefore, imitating Xerxes, sat on a sort of hill that had been artificially made, and his army advanced accompanied by their beasts.294 These came from India and carried iron towers full of archers. First came the cavalry who wore cuirasses, and the archers, and then the rest of the cavalry in huge numbers. For infantry they find useless for their sort of fighting and it is not highly regarded by them. Nor, in fact, is it necessary to them, since the whole of the country that they inhabit is flat and bare. For a military force is naturally valued or slighted in proportion to its actual usefulness in war. Accordingly, since infantry is, from the nature of the country, of little use to them, it is granted no great consideration in their laws. This happened in the case of Crete and Caria as well, and countless nations have a military equipment like theirs. For instance the plains of Thessaly have proved suitable for cavalry engagements and drill. Our state, on the other hand, since it has had to encounter adversaries of all sorts, and has won its pre-eminence by good judgment combined with good luck, has naturally adapted itself to every kind of armour, and to a varying equipment.)
Ἀλλὰ ταῦτα μὲν ἴσως οὐδὲν πρὸς τὸν λόγον, ὡς ἂν εἴποιεν οἱ ταῖς τῶν ἐπαίνων τέχναις καθάπερ νόμοις ἐπιτεταγμένοι· ἐγὼ δὲ εἰ μὲν τί σοι προσήκει καὶ τούτων, ἐν καιρῷ σκέψομαι, [64] τά γε μὴν ὀνείδη τῶν ἀνθρώπων οὐ χαλεπῶς ἀπολύομαι. φημὶ γὰρ ὡς οὔτε ἐγὼ τῶν τεχνῶν μεταποιοῦμαι οὔτε ὅστις μή τισιν ὡμολόγησεν ἐμμενεῖν ἀδικεῖ μὴ φυλάττων ταῦτα· τυχὸν δὲ καὶ ἄλλων οὐκ ἀπορήσομεν εὐπρεπῶν παραιτήσεων. ἀλλ᾽ οὐ γὰρ ἄξιον μακρότερον εἰς οὐδὲν δέον ἀπαρτᾶν τὸν λόγον καὶ ἀποπλανᾶσθαι τῆς ὑποθέσεως. ἐπαναβῶμεν οὖν αὖθις εἰς ἴχνος καὶ ὅθεν ἐξέβην.
(But perhaps those who watch over the rules for writing panegyric as though they were laws, may say that all this is irrelevant to my speech. Now whether what I have been saying partly concerns you I shall consider at the proper time. But at any rate I can easily clear myself from the accusation of such persons. For I declare that I make no claim to be an expert in their art, and one who has not agreed to abide by certain rules has the right to neglect them. And it may be that I shall prove to have other convincing excuses besides. But it is not worth while to interrupt my speech and digress from my theme any longer when there is no need. Let me, then, retrace my steps to the point at which I digressed.)
[B] Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα ἀναρπασόμενοι,295 καὶ ἐδέδοτό σφιν τοῦ πρόσω χωρεῖν τὸ σημεῖον, ὠθοῦντο ξύμπαντες, αὐτός τις ἐθέλων πρῶτος ἐσαλέσθαι τὸ τεῖχος καὶ οἴχεσθαι φέρων τὸ ἐπ᾽ αὐτῷ κλέος· εἶναί τε οὐδὲν ἐτόπαζον δέος· οὐδὲ γὰρ ὑπομενεῖν σφῶν τὴν ὁρμὴν τοὺς ἔνδον. [C] Παρθυαίοις μὲν τοσοῦτον περιῆν ἐλπίδος. οἱ δὲ πυκνήν τε εἶχον τὴν φάλαγγα κατὰ τὸ διερρηγμένον τοῦ τείχους, καὶ ὑπὲρ τοῦ συνεστῶτος ὁπόσον ἦν ἀχρεῖον πλῆθος [pg 172] ἐν τῇ πόλει κατέστησαν ἀναμίξαντες τῶν στρατιωτῶν οὐκ ἐλάττω μοῖραν. ἐπεὶ δὲ οἱ πολέμιοι προσήλαυνον καὶ οὐδὲν ἐπ᾽ αὐτοὺς ἐκ τοῦ τείχους ἀφίετο βέλος, βεβαιοτέραν εἶχον τὴν ἐλπίδα τοῦ κατ᾽ ἄκρας αἱρήσειν τὴν πόλιν, καὶ τοὺς ἵππους ἔπαιον μάστιξι καὶ ᾕμασσον τὰς πλευρὰς τοῦς κέντροις, [D] ἕως ἐποιήσαντο σφῶν κατὰ νώτου τὰ χώματα· ἐπεποίητο δὲ ὑπ᾽ αὐτῶν ἐκεῖνα πρότερον πρὸς τὸ ἐπέχειν τοῦ Μυγδονίου τὰς ἐκροάς, ἰλύς τε ἦν περὶ τὸ χωρίον εὖ μάλα βαθεᾶα † οὐδὲ αὐτοῦ παντελῶς ὄντος ὑπὸ τῆς ὕλης296† καὶ διὰ τὸ πίειραν εἶναι τὴν γῆν καὶ στέγειν δύνασθαι φύσει τὰς λιβάδας. ἦν δὲ ἐνταῦθα καὶ παλαιὸν ἔρυμα τῇ πόλει τάφρος εὐρεῖα, καὶ ἐν αὐτῇ βαθύτερον συνειστήκει τέλμα. [65] ἁπτομένων δὲ ἤδη τῶν πολεμίων καὶ ταύτης καὶ διαβαίνειν πειρωμένων, ἐπεξῇσαν297 πολλοὶ μὲν ἔνδοθεν, πολλοὶ δὲ ἀπὸ τῶν τειχῶν ἔβαλλον τοῖς λίθοις· καὶ αὐτῶν μὲν πολὺς ἐγένετο φόνος, φυγῇ δὲ ἔτρεπον τοὺς ἵππους ξύμπαντες, τῷ μόνον ἐθέλειν καὶ δηλοῦν τὴν γνώμην διὰ τοῦ σχήματος. ἐπιστρεφόντων γὰρ ἔπιπτον εὐθέως καὶ κατέφερον τοὺς ἱππέας· βαρεῖς δὲ ὄντες τοῖς ὅπλοις μᾶλλον ἐνείχοντο τῷ τέλματι. [B] καὶ αὐτῶν ἐνταῦθα γίνεται φόνος, ὅσος οὔπω πρόσθεν ἐν πολιορκίᾳ τοιαύτῃ298 γέγονεν.
(Now when the Parthians advanced to attack the wall in their splendid accoutrements, men and horses, supported by the Indian elephants, it was with the utmost confidence that they would at once take it by assault. And at the signal to charge they all pressed forward, since every man of them was eager to be the first to scale the wall299 and win the glory of that exploit. They did not imagine that there was anything to fear, nor did they believe that the besieged would resist their assault. Such was the exaggerated confidence of the Parthians. The besieged, however, kept their phalanx unbroken at the gap in the wall, and on the portion of the wall that was still intact they posted all the non-combatants in the city, and distributed among them an equal number of soldiers. But when the enemy rode up and not a single missile was hurled at them from the wall, their confidence that they would completely reduce the city was strengthened, and they whipped and spurred on their horses so that their flanks were covered with blood, until they had left the dykes behind them. These dykes they had made earlier to dam the mouth of the Mygdonius, and the mud thereabouts was very deep. In fact there was hardly any ground at all because of the wood,300 and because the soil was so rich, and of the sort that conceals springs under its surface. Moreover there was in that place a wide moat that had been made long ago to protect the town, and had become filled up with a bog of considerable depth. Now when the enemy had already reached this moat and were trying to cross it, a large force of the besieged made a sally, while many others hurled stones from the walls. Then many of the besiegers were slain, and all with one accord turned their horses in flight, though only from their gestures could it be seen that flight was what they desired and intended. For, as they were in the act of wheeling them about, their horses fell and bore down the riders with them. Weighed down as they were by their armour, they floundered still deeper in the bog, and the carnage that ensued has never yet been paralleled in any siege of the same kind.)
Ἐπεὶ δὲ τὰ τῶν ἱππέων ὧδε ἐπεπράγει, τῶν ἐλεφάντων πειρῶνται, καταπλήξεσθαι μᾶλλον [pg 174] οἰόμενοι τῷ ξένῳ τῆς μάχης· οὐ γὰρ δὴ τοσοῦτον αὐτοῖς τὰ τῶν ὀμμάτων διέφθαρτο, ὡς μὴ καθορᾶν βαρύτερον μὲν ὂν ἵππου τὸ θηρίον, φέρον δὲ ἄχθος οὐχ ἵππων δυοῖν ἢ πλειόνων, ἁμαξῶν δὲ οἶμαι συχνῶν, [C] τοξότας καὶ ἀκοντιστὰς καὶ σιδηροῦν πύργον. ταῦτα δὲ ἦν ἅπαντα πρὸς τὸ χωρίον χειροποίητον γεγονὸς τέλμα κωλύματα, καὶ ἦν αὐτοῖς ἔργῳ φανερά· ὅθεν οὐκ εἰκὸς εἰς μάχην ἰέναι, ἀλλὰ ἐς κατάπληξιν τῶν ἔνδον παρασκευάζεσθαι. προσῆγον δὲ ἐν τάξει μέτρον διεστῶτες ἀλλήλων ἴσον, καὶ ἐῴκει τείχει τῶν Παρθυαίων ἡ φάλανξ· τὰ μὲν θηρία301 τοὺς πύργους φέροντα, τῶν ὁπλιτῶν δὲ ἀναπληρούντων τὰ ἐν μέσῳ. ταχθέντες δὲ οὕτως οὐ μέγα ὄφελος ἦσαν τῷ βαρβάρῳ· [D] παρεῖχον γὰρ ἡδονὴν καὶ τέρψιν τοῖς ἐκ τοῦ τείχους θεωμένοις. ὡς δὲ ἐγένοντο διακορεῖς οἱονεὶ λαμπρᾶς καὶ πολυτελοῦς πομπῆς πεμπομένης, λίθους ἐκ μηχανῶν ἀφιέντες καὶ τόξοις βάλλοντες ἐς τὴν τειχομαχίαν προυκαλοῦντο τοὺς βαρβάρους. φύσει δὲ ὄντες εἰς ὀργὴν ὀξύρροποι καὶ δεινὸν ποιούμενοι τὸ γέλωτα ὀφλῆσαι καὶ ἀπαγαγεῖν ὀπίσω τὴν παρασκευὴν ἄπρακτον, ἐγκελευομένου σφίσι τοῦ βασιλέως, προσῆγον τῷ τείχει καὶ ἐβάλλοντο πυκνοῖς302 τοῖς λίθοις καὶ τοῖς τοξεύμασι· [66] καὶ ἐτρώθη τῶν θηρίων τινὰ καὶ ἀπέθανεν κατενεχθέντα303 ὑπὸ τῆς ἰλυος. δείσαντες δὶ καὶ ὑπὲρ τῶν ἄλλων ἀπῆγον ὀπίσω πάλιν εἰς τὸ στρατόπεδον.
(Since this fate had overtaken the cavalry, they tried the elephants, thinking that they would be more likely to overawe us by that novel sort of fighting. For surely they had not been stricken so blind as not to see that an elephant is heavier than a horse, since it carries the load, not of two horses or several, but what would, I suppose, require many waggons, I mean archers and javelin men and the iron tower besides. All this was a serious hindrance, considering that the ground was artificially made and had been converted into a bog. And this the event made plain. Hence it is probable that they were not advancing to give battle, but rather were arrayed to overawe the besieged. They came on in battle line at equal distances from one another, in fact the phalanx of the Parthians resembled a wall, with the elephants carrying the towers, and hoplites filling up the spaces between. But drawn up as these were they were of no great use to the barbarian. It was, however, a spectacle which gave the defenders on the wall great pleasure and entertainment, and when they had gazed their fill at what resembled a splendid and costly pageant in procession, they hurled stones from their engines, and, shooting their arrows, challenged the barbarians to fight for the wall. Now the Parthians are naturally quick-tempered, and they could not endure to incur ridicule and lead back this imposing force without striking a blow; so by the king's express command they charged at the wall and received a continuous fire of stones and arrows, while some of the elephants were wounded, and perished by sinking into the mud. Thereupon, in fear for the others also, they led them back to the camp.)
[pg 176]Ὡς δὲ καὶ ταύτης ὁ Παρθυαῖος ἥμαρτε τῆς πείρας, τοὺς τοξότας διελὼν εἰς μοίρας διαδέχεσθαί τε ἀλλήλους κελεύει καὶ συνεχῶς βάλλειν πρὸς τὸ διερρηγμένον τοῦ τείχους, ὡς μὴ δυνηθεῖεν ἀποικοδομῆσαι καὶ ἔχειν ἀσφαλῶς τὴν πόλιν· οὕτω γὰρ αἱρήσειν λαθὼν ἢ βιασάμενος τῷ πλήθει τους ἔνδον ἤλπιζε. [B] ἀλλὰ μάταιον γὰρ304 ἀπέφηνεν ἡ βασιλέως παρασκευὴ τοῦ βαρβάρου τὸ διανόημα. κατὰ νώτου γὰρ τῶν ὁπλιτῶν ἕτερον τεῖχος εἰργάζετο· ὁ δὲ ᾤετο τοῖς ἀρχαίοις ἴχνεσιν ἐς τὰ θεμέλια χρωμένους μέλλειν ἔτι. ἡμέρᾳ δὲ ὅληι καὶ νυκτὶ συνεχῶς ἐργασαμένων ἔστε ἐπὶ τέτταρας πήχεις ὕψους ἠγείρετο, καὶ ἕωθεν ὤφθη λαμπρὸν καὶ νεουργές, ἐκείνων οὐδὲ ἀκαρῆ χρόνον ἐνδιδόντων, διαδεχομένων δὲ ἀλλήλους καὶ ἀκοντιζόντων ἐς τοὺς ἐφεστῶτας τῷ κειμένῳ τείχει, τοῦτο ἐξέπληξε δεινῶς τὸν βάρβαρον. [C] οὐ μὴν ἀπῆγεν εὐθὺς τὴν στρατιάν, ἀλλ᾽ αὖθις τοῖς αὐτοῖς χρῆται παλαίσμασι. δράσας δὲ οἶμαι καὶ παθὼν παραπλήσια ἀπῆγε τὴν στρατιὰν ὀπίσω, πολλοὺς μὲν ὑπὸ τῆς ἐνδείας δήμους ἀπολέσας, πολλὰ δὲ ἀναλώσας περὶ τοῖς χώμασι καὶ τῇ πολιορκίᾳ σώματα, [D] σατράπας δὲ ἀνελὼν συχνούς, ἄλλον ἄλλο ἐπαιτιώμενος, τὸν μὲν ὅτι μὴ καρτερῶς ἐπεποίητο τὰ χώματα, εἶξε δὲ καὶ ἐπεκλύσθη παρὰ τῶν ποταμίων ῥευμάτων, τὸν δὲ ὡς φαύλως [pg 178] ἀγωνισάμενον ὑπὸ τοῖς τείχεσι, καὶ ἄλλους ἄλλας ἐπάγων αἰτίας ἔκτεινεν. ἔστι γὰρ εὖ μάλα τοῖς κατὰ τὴν Ἀσίαν βαρβάροις σύνηθες ἐς τοὺς ὑπηκόους τὰς αἰτίας τῆς δυσπραγίας ἀποσκευάζεσθαι, ὃ δὴ καὶ τότε δράσας ἀπιὼν ᾤχετο. καὶ ἄγει πρὸς ἡμᾶς εἰρήνην ἐκ τούτου, καὶ οὔτε ὅρκων οὔτε συνθηκῶν ἐδέησεν, [67] ἀγαπᾷ δὲ οἴκοι μένων, εἰ μὴ στρατεύοιτο βασιλεὺς ἐπ᾽ αὐτὸν καὶ δίκην ἀπαιτοίη τοῦ θράσους καὶ τῆς ἀπονοίας.