Oration I

[Transcriber's Note: The original book had pages with Greek on the left page and the corresponding English translation on the facing right page. In this e-book, each Greek paragraph will be immediately followed by the English translation paragraph, surrounded in parentheses. The Greek text contains markings such as [3] and [B]; they are section and sub-section markings that in the original book were in the right margin. These are different from numbers within parentheses such as (10), which are used as footnote references in some e-book formats.]

[pg 004]

ΙΟΥΛΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΚΩΝΣΤΑΝΤΙΟΝ

(PANEGYRIC IN HONOUR OF THE EMPEROR CONSTANTIUS)

Πάλαι με προθυμούμενον, ὦ μέγιστε βασιλεῦ, τὴν σὴν ἀρετὴν καὶ πράξεις ὑμνῆσαι καὶ τοὺς πολέμους ἀπαριθμήσασθαι, καὶ τὰς τυραννίδας ὅπως ἀνῄιρηκας, τῆς μὲν λόγῳ καὶ πειθοῖ τοὺς δορυφόρους ἀποστήσας, τῆς δὲ τοῖς ὅπλοις κρατήσας, τὸ μέγεθος εἶργε τῶν πράξεων, οὐ τὸ βραχὺ λειφθῆναι τῷ λόγῳ τῶν ἔργων δεινὸν κρίνοντα, ἀλλὰ τὸ παντελῶς τῆς ὑποθέσεως διαμαρτεῖν δόξαι. τοῖς μὲν γὰρ περὶ τοὺς πολιτικοῦς ἀγῶνας καὶ τὴν ποίησιν διατρίβουσιν οὐδὲν θαυμαστὸν εἰ ῥᾳδίως ἔξεστιν ἐγχειρεῖν τοῖς ἐπαίνοις τῶν σοι πραχθέντων· [2] περίεστι γὰρ αὐτοῖς ἐκ τῆς τοῦ λέγειν μελέτης καὶ τῆς πρὸς τὰς ἐπιδείξεις συνηθείας τὸ θαρσεῖν ἐν δίκῃ. ὅσοι δὸ τοῦ μὲν τοιούτου μέρους κατωλιγώρησαν, ὥρμησαν δ᾽ ἐφ᾽ ἕτερον παιδείας εἶδος καὶ λόγων ξυγγραφὴν οὐ δήμῳ κεχαρισμένην οὐδ᾽ ἐς θέατρα παντοδαπὰ τολμῶσαν ἀποδύεσθαι, πρὸς τὰς ἐπιδείξεις ἔχοιεν ἂν εἰκότως εὐλαβεστέρως. ἔστι γὰρ οὐκ ἄδηλον τοῦθ᾽ ὅτι [B] τοῦς μὲν ποιηταῖς Μοῦσαι καὶ τὸ δοκεῖν ἐκεῖθεν ἐπιπνεομένους τὴν ποίησιν γράφειν ἄφθονον [pg 006] παρέχει τὴν ἐξουσίαν τοῦ πλάσματος· τοῖς ῥήτορσι δὲ ἡ τέχνη τὴν ἴσην παρέσχεν ἄδειαν, τὸ μὲν πλάττειν ἀφελομένη, τὸ δὲ κολακεύειν οὐδαμῶς ἀπαγορεύσασα, οὐδὲ αἰσχύνην ὁμολογουμένην τῷ λέγοντι τὸ ψευδῶς7 ἐπαινεῖν τοὺς οὐκ ἀξίους ἐπαίνου κρίνασα. ἀλλ᾽ οἱ μὲν ἐπειδὰν καινόν τινα μῦθον καὶ μηδέπω τοῖς πρόσθεν ἐπινοηθέντα φέρωσιν αὐτοὶ ξυνθέντες, [C] τῷ ξένῳ τοὺς ἀκούοντας ψυχαγωγήσαντες πλέον θαυμάζονται· οἱ δὲ τῆς τέχνης ἀπολαῦσαί φασιν ἐν τῷ δύνασθαι περὶ τῶν μικρῶν μειζόνως διελθεῖν, καὶ τὸ μέγεθος ἀφελεῖν τῶν ἔργων τῷ λόγῳ, καὶ ὄλως ἀντιτάττειν τῇ τῶν πραγμάτων φύσει τὴν δύναμιν8 τῶν λόγων.

(I have long desired, most mighty Emperor, to sing the praises of your valour and achievements, to recount your campaigns, and to tell how you suppressed the tyrannies; how your persuasive eloquence drew away one usurper's9 bodyguard; how you overcame another10 by force of arms. But the vast scale of your exploits deterred me, because what I had to dread was not that my words would fall somewhat short of your achievements, but that I should prove wholly unequal to my theme. That men versed in political debate, or poets, should find it easy to compose a panegyric on your career is not at all surprising. Their practice in speaking, their habit of declaiming in public supplies them abundantly with a well-warranted confidence. But those who have neglected this field and chosen another branch of literary study which devotes itself to a form of composition little adapted to win popular favour and that has not the hardihood to exhibit itself in its nakedness in every theatre, no matter what, would naturally hesitate to make speeches of the epideictic sort. As for the poets, their Muse, and the general belief that it is she who inspires their verse, obviously gives them unlimited license to invent. To rhetoricians the art of rhetoric allows just as much freedom; fiction is denied them, but flattery is by no means forbidden, nor is it counted a disgrace to the orator that the object of his panegyric should not deserve it. Poets who compose and publish some legend that no one had thought of before increase their reputation, because an audience is entertained by the mere fact of novelty. Orators, again, assert11 that the advantage of their art is that it can treat a slight theme in the grand manner, and again, by the use of mere words, strip the greatness from deeds, and, in short, marshall the power of words against that of facts.)

Ἐγὼ δὲ εἰ μὲν ἑώρων ταύτης ἐμαυτὸν ἐπὶ τοῦ παρόντος ἐν χρείᾳ τῆς τέχνης, ἦγον ἂν τὴν προσήκουσαν ἡσυχίαν τοῖς ἀμελετήτως ἔχουσι τῶν τοιούτων λόγων, [D] παραχωρῶν τῶν σῶν ἐγκωμίων ἐκείνοις, ὧν μικρῷ πρόσθεν ἐμνήσθην. ἐπεὶ δὲ ἅπαν τοὐναντίον ὁ παρὼν ἀπαιτεῖ λόγος τῶν πραγμάτων ἁπλῆν διήγησιν οὐδενὸς ἐπεισάκτου κόσμου δεομένην, ἔδοξε κἀμοὶ προσήκειν, τοῦ12 ἀξίως διηγήσασθαι τῶν ἔργων ἀνεφίκτου καὶ τοῖς προλαβοῦσιν13 ἤδη φανέντος. ἅπαντες γὰρ σχεδὸν οἱ [3] περὶ παιδείαν διατρίβοντες σε14 ἐν μέτρῳ καὶ καταλογάδην ὑμνοῦσιν, οἱ μὲν ἅπαντα περιλαβεῖν ἐν βραχεῖ τολμῶντες, οἱ δὲ μέρεσιν αὑτοὺς ἐπιδόντες τῶν πράξεων ἀρκεῖν ᾠήθησαν, εἰ τούτων τῆς ἀξίας μὴ διαμάρτοιεν. ἄξιον δὲ ἄγασθαι τὴν προθυμίαν τῶν ἀνδρῶν ἁπάντων, ὅσοι τῶν σῶν ἐπαίνων ἥψαντο. οἱ μὲν γάρ, ὅπως μηδὲν ὑπὸ τοῦ χρόνου τῶν σοι πραχθέντων ἀμαυρωθείη, τὸν μέγιστον ὑποδῦναι πόνον ἐτόλμησαν, οἱ δέ, ὅτι τοῦ παντὸς διαμαρτήσειν ἤλπιζον, τὴν αὑτῶν γνώμην ἐν μέρει προύφηναν, [B] ἄμεινον τοῦ τῆς σιωπῆς ἀκινδύνου γέρως κρίναντες κατὰ δύναμίν σοι τῶν οἰκείων πόνων ἀπάρξασθαι.

(If, however, I had seen that on this occasion I should need their art, I should have maintained the silence that befits those who have had no practice in such forms of composition, and should leave your praises to be told by those whom I just now mentioned. Since, on the contrary, the speech I am to make calls for a plain narrative of the facts and needs no adventitious ornament, I thought that even I was not unfit, seeing that my predecessors had already shown that it was beyond them to produce a record worthy of your achievements. For almost all who devote themselves to literature attempt to sing your praises in verse or prose; some of them venture to cover your whole career in a brief narrative, while others devote themselves to a part only, and think that if they succeed in doing justice to that part they have proved themselves equal to the task.)

[pg 008]

Εἰ μὲν οὖν καὶ αὐτὸς εἷς ὢν ἐτύγχανον τῶν τοὺς ἐπιδεικτικοὺς ἀγαπώντων λόγους, ἐχρῆν ἐντεῦθεν ἄρχεσθαι τῆς ὑποθέσεως, τὴν ἴσην εὔνοιαν ἀπαιτήσαντα τῆς ὑπαρχούσης ἤδη σοι παρ᾽ ἡμῶν καὶ δεηθέντα τῶν λόγων ἀκροατὴν εὐμενῆ γενέσθαι, οὐχὶ δὲ ἀκριβῆ καὶ ἀπαραίτητον κριτὴν καταστῆναι. [C] ἐπεὶ δὲ ἐν ἄλλοις μαθήμασι τραφέντες καὶ παιδευθέντες, καθάπερ ἐπιτηδεύμασι καὶ νόμοις, ἀλλοτρίων κατατολμᾶν ἔργων δοκοῦμεν οὐκ ὀρθῶς, μικρά μοι δοκεῖ χρῆναι καὶ περὶ τούτων δηλῶσαι, οἰκειοτέραν ἀρχὴν προθέντα τοῦ λόγου.

(Yet one can but admire the zeal of all who have made you the theme of a panegyric. Some did not shrink from the tremendous effort to secure every one of your achievements from the withering touch of time; others, because they foresaw that they could not compass the whole, expressed themselves only in part, and chose to consecrate to you their individual work so far as they were able. Better this, they thought, than “the reward of silence that runs no risk.”15 Now if I were one of those whose favourite pursuit is epideictic oratory, I should have to begin my speech by asking from you no less goodwill than I now feel towards yourself, and should beg you graciously to incline your ear to my words and not play the part of a severe and inexorable critic. But since, bred as I have been and educated in other studies, other pursuits, other conventions, I am criticised for venturing rashly into fields that belong to others, I feel that I ought to explain myself briefly on this head and begin my speech more after my own fashion.)

Νόμος ἐστὶ παλαιὸς παρὰ τοῦ πρώτου φιλοσοφίαν ἀνθρώποις φήναντος οὑτωσὶ κείμενος· ἅπαντας [D] πρὸς τὴν ἀρετὴν καὶ πρὸς τὸ καλὸν βλέποντας ἐπιτηδεύειν ἐν λόγοις, ἐν ἔργοις, ἐν ξυνουσίαις, ἐν πᾶσιν ἁπλῶς τοῖς κατὰ τὸν βίον μικροῖς καὶ μείζοσι τοῦ καλοῦ πάντως ἐφίεσθαι. πάντων δὲ ὅτι κάλλιστον ἀρετή, τίς ἂν ἡμῖν τῶν νοῦν ἐχόντων ἀμφισβητήσειε; ταύτης τοίνυν ἀντέχεσθαι διακελεύεται τοὺς μὴ μάτην τουτὶ περιοίσοντας τοὔνομα, προσῆκον οὐδὲν αὐτοῖς σφετερισαμένους. ταῦτα δὲ διαγορεύων ὁ νόμος οὐδεμίαν ἰδέαν ἐπιτάττει λόγων, οὐδ᾽ ὥσπερ ἔκ τινος τραγικῆς μηχανῆς, φησὶ, χρῆναι προαγορεύει τοῖς ἐντυγχάνουσ [4] σπεύδειν μὲν πρὸς τὴν ἀρετήν, ἀποφεύγειν δὲ τὴν πονηρίαν, ἀλλὰ πολλαῖς ὁδοῖς ἐπὶ τοῦτο δίδωσι χρῆσθαι τῷ βουληθέντι μιμεῖσθαι τὴν ἐκείνου φύσιν. καὶ γὰρ παραίνεσιν ἀγαθὴν καὶ λόγων προτρεπτικῶν χρῆσιν καὶ τὸ μετ᾽ εὐνοίας ἐπιπλήττειν τοῖς ἁμαρτήμασιν ἐπαινεῖν τε αὖ τὰ καλῶς πραχθέντα καὶ ψέγειν, ὅταν ᾖ καιρός, τὰ μὴ [B] τοιαῦτα τῶν ἔργων. ἐφίησι δὲ καὶ16 ταῖς ἄλλαις ἰδεαις, εἴ τις ἐθέλοι, πρὸς τὸ βέλτιστον τῶν λόγων χρῆσθαι, ἐπὶ παντὶ δὲ οἶμαι καὶ λόγῳ καὶ πράξει μεμνῆσθαι προστάττων, ὅπῃ τούτων ὑφέξουσιν εὐθύνας, ὧν ἂν τύχωσιν εἰπόντες, λέγειν δὲ οὐδὲν ὅ τι μὴ πρὸς ἀρετὴν καὶ φιλοσοφίαν ἀνοίσουσι. τὰ μὲν οὖν ἐκ τοῦ νόμου ταῦτα καὶ τοιαῦτα ἕτερα.

(There is an ancient maxim taught by him who first introduced philosophy to mankind, and it is as follows. All who aspire to virtue and the beautiful must study in their words, deeds, conversation, in short, in all the affairs of life, great and small, to aim in every way at beauty. Now what sensible man would deny that virtue is of all things the most beautiful? Wherefore those are bidden to lay firm hold on her who do not seek to blazon abroad her name in vain, appropriating that which in no way belongs to them. Now in giving this counsel, the maxim does not prescribe any single type of discourse, nor does it proclaim to its readers, like a god from the machine in tragedy, “Ye must aspire to virtue and eschew evil.” Many are the paths that it allows a man to follow to this goal, if he desire to imitate the nature of the beautiful. For example, he may give good advice, or use hortatory discourse, or he may rebuke error without malice, or applaud what is well done, or condemn, on occasion, what is ill done. It permits men also to use other types of oratory, if they please, so as to attain the best end of speech, but it enjoins on them to take thought in every word and act how they shall give account of all they utter, and to speak no word that cannot be referred to the standard of virtue and philosophy. That and more to the same effect is the tenour of that precept.)

[pg 010]

Ἡμεῖς δὲ ἄρα τί ποτε δράσομεν, εἰργόμενοι μὲν τῷ δοκεῖν ποιεῖσθαι πρὸς χάριν τὴν εὐφημίαν, [C] τοῦ γένους δὲ ἤδη τῶν ἐπαίνων διὰ τούς οὐκ ὀρθῶς μετιόντας ὑπόπτου καθεστῶτος δεινῶς, καὶ κολακείας ἀγεννοῦς, ἀλλ᾽ οὐ μαρτυρίας ἀληθοῦς τῶν ἀρίστων ἔργων εἶναι νομισθέντος; ἢ δῆλον ὅτι τῇ περὶ τὸν ἐπαινούμενον ἀρετῇ πεπιστευκότες ἐπιδώσομεν ἑαυτοὺς θαρροῦντες τοῖς ἐγκωμίοις; τίς ἂν οὖν ἡμῖν ἀρχὴ καὶ τάξις τοῦ λόγου γένοιτο καλλίστη; [D] ἢ δῆλον ὡς ἡ τῶν προγόνων ἀρετή, δι᾽ ἣν ὑπῆρξέ σοι καὶ τὸ τοιούτῳ γενέσθαι; τροφῆς δὲ οἶμαι καὶ παιδείας ἑξῆς προσήκει μνησθῆναι, ἥπερ σοι τὸ πλεῖστον εἰς τῆν ὑπάρχουσαν ἀρετὴν συνεισηνέγκατο, ἐφ᾽ ἅπασι δὲ τούτοις ὥσπερ γνωρίσματα τῶν τῆς ψυχῆς ἀρετῶν τὰς πράξεις διελθεῖν, καὶ τέλος ἐπιτιθέντα τῷ λόγῳ τὰς ἕξεις δηλῶσαι, ὅθεν ὁρμώμενος τὰ κάλλιστα τῶν ἔργων ἔδρασας καὶ ἐβουλεύσω. [5] τούτῳ γὰρ οἶμαι καὶ τῶν ἄλλων πάντων διοίσειν τὸν λόγον. οἱ μὲν γὰρ ἐπὶ τῶν πράξεων ἵστανται, ἀποχρῆν οἰόμενοι πρὸς τὴν τελείαν εὐφημίαν τὸ τούτων μνησθῆναι, ἐγὼ δὲ οἶμαι δεῖν περὶ τῶν ἀρετῶν τὸν πλεῖστον λόγον ποιήσασθαι, ἀφ᾽ ὧν ὁρμώμενος ἐπὶ τοσοῦτον τῶν κατορθωμάτων ἦλθες. τὰ μὲν γὰρ πλεῖστα τῶν ἔργων, σχεδὸν δὲ πάντα, τύχη καὶ δορυφόροι καὶ στρατιωτῶν φάλαγγες καὶ τάξεις ἱππέων17 συγκατορθοῦσι, [B] τὰ δὲ τῆς ἀρετῆς ἔργα μόνου τέ ἐστι τοῦ δράσαντος, καὶ ὁ ἐκ τούτων ἔπαινος ἀληθής καθεστὼς ἴδιος ἐστι τοῦ κεκτημένου. οὐκοῦν ἐπειδὴ ταῦθ᾽ ἡμῖν σαφῶς διώρισται, τῶν λόγων ἄρξομαι.

(And now, what am I to do? What embarrasses me is the fact that, if I praise you, I shall be thought simply to curry favour, and in fact, the department of panegyric has come to incur a grave suspicion due to its misuse, and is now held to be base flattery rather than trustworthy testimony to heroic deeds. Is it not obvious that I must put my faith in the merit of him whom I undertake to praise, and with full confidence devote my energies to this panegyric? What then shall be the prelude of my speech and the most suitable arrangement? Assuredly I must begin with the virtues of your ancestors through which it was possible for you to come to be what you are. Next I think it will be proper to describe your upbringing and education, since these contributed very much to the noble qualities that you possess, and when I have dealt with all these, I must recount your achievements, the signs and tokens, as it were, of the nobility of your soul, and finally, as the crown and consummation of my discourse, I shall set forth those personal qualities from which was evolved all that was noble in your projects and their execution. It is in this respect that I think my speech will surpass those of all the others. For some limit themselves to your exploits, with the idea that a description of these suffices for a perfect panegyric, but for my part I think one ought to devote the greater part of one's speech to the virtues that were the stepping-stones by which you reached the height of your achievements. Military exploits in most cases, nay in almost all, are achieved with the help of fortune, the body-guard, heavy infantry and cavalry regiments. But virtuous actions belong to the doer alone, and the praise that they inspire, if it be sincere, belongs only to the possessor of such virtue. Now, having made this distinction clear, I will begin my speech.)

[pg 012]

Ὁ μὲν οὖν τῶν ἐπαίνων νόμος οὐδὲν ἔλαττον τῆς πατρίδος ἢ τῶν προγόνων ἀξιοῖ μεμνῆσθαι. ἐγὼ δὲ οὐκ οἶδα, τίνα χρὴ πρῶτον ὑπολαβεῖν πατρίδα σήν· ἔθνη γὰρ μυρία περὶ ταύτης ἀμφισβητεῖ πολὺν ἤδη χρόνον. [C] καὶ ἡ μὲν βασιλεύουσα τῶν ἁπάντων πόλις, μήτηρ οὖσα σὴ καὶ τροφὸς καὶ τὴν βασιλείαν σοι μετὰ τῆς ἀγαθῆς τύχης παρασχοῦσα, ἐξαίρετον αὑτῆς φησιν εἶναι τὸ γέρας, οὐ τοῖς κοινοῖς ἐφ᾽ ἁπάντων τῶν αὐτοκρατόρων δικαίοις χρωμένη· λέγω δὲ ὅτι, κἂν ἀλλαχόθεν [pg 014] τυγχάνωσι, τῷ μετέχειν ἅπαντας ἤδη τοῦ πολιτεύματος καὶ τοῖς ἐκεῖθεν ἡμῖν καταδειχθεῖσιν ἔθεσι καὶ νόμοις χρῆσθαι πολῖται γεγόνασιν· οὔκουν οὕτως, ἀλλ᾽ ὡς18 τεκοῦσα τὴν σὴν μητέρα [D] καὶ θρεψαμένη βασιλικῶς καὶ τῶν ἐσομένων ἐκγόνων19 ἀξίως. ἡ δὲ ἐπὶ τῷ Βοσπόρῳ πόλις, ὅλου τοῦ γένους τοῦ Κωνσταντίων ἐπώνυμος, πατρὶς μὲν οὐκ εἶναι φησι, γεγονέναι δὲ ὑπὸ τοῦ σοῦ πατρὸς ὁμολογεῖ, καὶ δεινὰ πάσχειν οἰήσεται, εἰ ταύτης γοῦν τις αὐτὴν τῷ λόγῳ τῆς συγγενείας ἀφαιροῖτο. Ἰλλυριοὶ δέ, ὅτι παρ᾽ αὐτοῖς γέγονας, οὐκ ἀνέξονται τοῦ καλλίστου τῶν εὐτυχημάτων στερόμενοι, [6] εἴ τις ἄλλην σοι πατρίδα προσνέμοι. ἀκούω δὲ ἔγωγε καὶ τῶν ἑῴων ἤδη τινὰς λέγειν, ὅτι μὴ δίκαια δρῶμεν ἀφαιρούμενοι σφᾶς τὸν ἐπὶ σοὶ λόγον· αὐτοὶ γάρ φασι τὴν τήθην ἐπὶ τὸν τοῦ μητροπάτορος τοῦ σοῦ προπέμψαι γάμον. καὶ σχεδὸν ἅπαντες οἱ λοιποὶ προφάσεις ἐπινοοῦντες μικρὰς ἢ μείζονας αὑτοῖς σε20 εἰσποιεῖν ἐκ παντὸς ἐγνώκασιν. ἐχέτω μὲν οὖν τὸ γέρας ἣν αὐτὸς ἐθέλεις, [B] καὶ ἣν ἀρετῶν μητέρα καὶ διδάσκαλον πολλάκις ἐπαινῶν εἴρηκας, τυγχανόντων δὲ ἑκάστη κατὰ τὴν ἀξίαν αἱ λοιπαὶ τοῦ προσήκοντος. ἐγὼ δὲ ἐπαινεῖν μὲν ἁπάσας [pg 016] ἐθέλοιμ᾽21 ἂν ἀξίας οὔσας δόξης22 καὶ τιμῆς, ὀκνῶ δὲ μὴ διὰ τὸ μῆκος, εἰ καὶ δοκεῖ λίαν οἰκεῖα τοῦ παρόντος λόγου, διὰ τὸν καιρὸν ἀλλότρια φανῇ. τῶν μὲν οὖν ἄλλων τοὺς ἐπαίνους διὰ τοῦτ᾽ ἀφήσειν μοι δοκῶ, τῆς Ῥώμης δὲ τὸ κεφάλαιον τῶν ἐπαίνων αὐτός, [C] ὦ βασιλεῦ, συλλαβὼν ἐν βραχεῖ καὶ διδάσκαλον ἀρετῆς προσειπών, τῷ δοῦναι τὸ κάλλιστον τῶν ἐγκωμίων, τοὺς παρὰ τῶν ἄλλων λόγους ἀφῄρησαι. τί γὰρ λέξομεν ἡμεῖς περὶ αὐτῆς τοιοῦτον ἕτερον; τί δὲ ἄλλος τις εἰπεῖν ἔχει; ὥστε μοι δοκῶ σεβόμενος εἰκότως τὴν πόλιν τούτῳ τιμᾶν αὐτὴν πλέον, τῷ παραχωρεῖν σοι τῶν εἰς αὐτὴν λόγων.

(The rules of panegyric require that I should mention your native land no less than your ancestors. But I am at a loss what country I ought to consider peculiarly yours. For countless nations have long asserted their claim to be your country. The city23 that rules over them all was your mother and nurse, and in an auspicious hour delivered to you the imperial sceptre, and therefore asserts her sole title to the honour, and that not merely by resorting to the plea that has prevailed under all the emperors. I mean that, even if men are born elsewhere, they all adopt her constitution and use the laws and customs that she has promulgated, and by that fact become Roman citizens. But her claim is different, namely that she gave your mother birth, rearing her royally and as befitted the offspring who were to be born to her. Then again, the city on the Bosporus which is named after the family of the Constantii, though she does not assert that she is your native place, but acknowledges that she became your adopted land by your father's act, will think she is cheated of her rights if any orator should try to deprive her of at least this claim to kinship. Thirdly, the Illyrians, on whose soil you were born, will not tolerate it if anyone assign you a different fatherland and rob them of the fairest gift of fortune. And now I hear some even of the Eastern provinces protest that it is unjust of me to rob them of the lustre they derive from you. For they say that they sent forth your grandmother to be the consort of your grandfather on the mother's side. Almost all the rest have hit on some pretension of more or less weight, and are determined, on one ground or another, to adopt you for their own. Therefore let that country24 have the prize which you yourself prefer and have so often praised as the mother and teacher of the virtues; as for the rest, let each one according to her deserts obtain her due. I should be glad to praise them all, worthy as they are of glory and honour, but I am afraid that my compliments, however germane they may seem to my subject, might, on account of their length, be thought inappropriate to the present occasion. For this reason, then, I think it better to omit a eulogy of the others, but as for Rome, your imperial Majesty summed up her praises in two words when you called her the teacher of virtue, and, by bestowing on her the fairest of all encomiums, you have forestalled all that others might say. What praise of mine would come up to that? What indeed is left for anyone to say? So I feel that I, who naturally hold that city in reverence, shall pay her a higher honour if I leave her praise in your hands.)

Ἀλλ᾽ ὑπὲρ τῆς εὐγενείας τῆς σῆς ἴσως ἄξιον ἐπὶ τοῦ παρόντος ἐν βραχεῖ διελθεῖν. ἀπορεῖν δὲ ἔοικα κάνταῦθα, [D] πόθεν ἄρχεσθαι χρή. πρόγονοί τε γάρ εἰσί σοι καὶ πάπποι καὶ γονεῖς ἀδελφοί τε καῖ ἀνεψιοὶ καὶ ξυγγενεῖς βασιλεῖς ἅπαντες, αὐτοὶ κτησάμενοι τὴν ἀρχὴν ἐννόμως ἢ παρὰ τῶν κρατούντων εἰσποιηθέντες. καὶ τὰ μὲν παλαιὰ τί δεῖ λέγειν, Κλαυδίου μνησθέντα, καὶ τῆς ἀρετῆς τῆς ἐκείνου ἐναργῆ παρέχειν καὶ γνώριμα πᾶσι τεκμήρια, τῶν ἀγώνων τῶν25 πρὸς τοὺς ὑπὲρ τὸν Ἴστρον οἰκοῦντας βαρβάρους ἀναμιμνήσκοντα, καὶ ὅπως τὴν ἀρχὴν ὁσίως ἅμα καὶ δικαίως ἑκτήσατο, [7] καὶ τὴν ἐν βασιλείᾳ τῆς διαίτης λιτότητα, καὶ τὴν ἀφέλειαν τῆς ἐσθῆτος ἐπὶ τῶν εἰκόνων ὁρωμένην ἔτι; τὰ δὲ ὑπὲρ τῶν πάππων τῶν σῶν ἐστι μὲν τούτων νεώτερα, λαμπρὰ δὲ οὐ μεῖον [pg 018] ἐκείνων. ἔτυχον μὲν γὰρ ἄμφω τῆς ἀρχῆς δι᾽ ἀρετὴν ἀξίω κριθέντε, γενομένω δὲ ἐπὶ τῶν πραγμάτων οὕτω πρός τε ἀλλήλους εὐνοïκῶς ἔσχον καὶ πρὸς τὸν μεταδόντα τῆς βασιλείας εὐσεβῶς, ὥσθ᾽ ὁ μὲν ὡμολόγει μηδὲν τούτου πώποτε κρεῖττον βεβουλεῦσθαι, [B] πολλὰ καὶ ἄλλα σωτήρια τοῖς κοινοῖς ἐξευρών, οἱ δὲ τὴν μετ᾽ ἀλλήλων κοινωνίαν μᾶλλον ἢ τὴν τῶν ὅλων ἀρχήν, εἴπερ οἷόν τε ἦν, ἑκάστῳ περιγενομένην ἠγάπων. οὕτω δὲ διακείμενοι τὰς ψυχὰς τῶν ἔργων ἔδρων τὰ κάλλιστα, σεβόμενοι μὲν μετὰ τὴν κρείττονα φύσιν τὸν τὴν ἀρχὴν αὐτοῖς παρασχόντα, τοῖς ὑπηκόοις δὲ πρᾴως26 καὶ φιλανθρώπως χρώμενοι, καὶ τοὺς [C] βαρβάρους οὐκ ἐλαύνοντες μόνον πάλαι κατοικοῦντας καὶ νεμομένους καθάπερ τὴν οἰκείαν ἀδεῶς τὰ ἡμέτερα, φρούρια δὲ ἐπιτειχίζοντες αὐτοῖς τοσαύτην πρὸς αὐτοὺς εἰρήνην τοῖς ὑπηκόοις κατέστησαν, ὅσην οὐδὲ εὔξασθαι τότε ῥᾴδιον ἐδόκει. ἀλλ᾽ ὑπὲρ μὲν τούτων οὐκ ἄξιον ἐν παρέργῳ λέγειν. τῆς δὲ ὁμονοίας αὐτῶν τῆς πρὸς ἀλλήλους τὸ μέγιστον σημεῖον παραλιπεῖν οὐδαμῶς εὔλογον, καὶ ἄλλως προσῆκον τῷ λόγῳ. [D] κοινωνίαν γὰρ τὴν καλλίστην τοῖς αὑτῶν παισὶν ἐπινοήσαντες τῶν σῶν πατέρων τοὺς γάμους ἥρμοσαν. προσήκει δὲ οἶμαι καὶ περὶ τούτων ἐν βραχεῖ διελθεῖν, ὅπως μῆ τῆς ἀρχῆς φανῇς μόνον, ἀλλὰ καὶ τῆς ἀρετῆς κληρονόμος. τὴν μὲν οὖν βασιλείαν ὅπως μετὰ τὴν τοῦ πατρὸς κατέσχε τελευτὴν αὐτοῦ τε ἐκείνου τῇ κρίσει καὶ τῶν στρατοπέδων ἁπάντων τῇ ψήφῳ πατὴρ ὁ σός, τί χρὴ νῦν περιεργάζεσθαι; [pg 020] τὴν δὲ ἐς τοὺς πολέμους ῥώμην ἐκ τῶν ἔργων μᾶλλον ἢ διὰ τῶν λόγων ἄν τις γνωρίσειε. τυραννίδας γάρ, [8] ἀλλ᾽ οὐ βασιλείας ἐννόμους καθαιρῶν τὴν οἰκουμένην ἐπῆλθεν ἅπασαν. τοσαύτην δὲ εὔνοιαν αὑτοῦ τοῖς ὑπηκόοις παρέστησεν, ὥσθ᾽ οἱ μὲν στρατευόμενοι τῆς περὶ τὰς δωρεὰς καὶ τὰς χάριτας μεγαλοψυχίας ἔτι μεμνημένοι καθάπερ θεὸν διατελοῦσι σεβόμενοι· τὸ δὲ ἐν ταῖς πόλεσι καὶ ἐπὶ τῶν ἀγρῶν πλῆθος, οὐχ οὕτω τῆς τῶν τυράννων ἀπαλλαγῆναι βαρύτητος εὐχόμενοι, ὡς παρὰ τοῦ σοῦ πατρὸς ἀρχθῆναι, [B] τὴν κατ᾽ ἐκείνων αὐτῷ νίκην ἐπηύχοντο. ἐπεὶ δὲ ἁπάντων κύριος κατέστη, ὥσπερ ἐξ αὐχμοῦ τῆς ἀπληστίας τοῦ δυναστεύσαντος πολλῆς ἀπορίας χρημάτων οὔσης καὶ τοῦ πλούτου τῶν βασιλείων ἐν μυχοῖς συνεληλαμένου, τὸ κλεῖθρον ἀφελὼν ἐπέκλυσεν ἀθρόως τῷ πλούτῳ πάντα, πόλιν τε ἐπώνυμον αὑτοῦ κατέστησεν ἐν οὐδὲ ὅλοις ἔτεσι δέκα, τοσούτῳ τῶν ἄλλων ἁπασῶν μείζονα, [C] ὅσῳ τῆς Ῥώμης ἐλαττοῦσθαι δοκεῖ, ἧς τὸ δευτέραν τετάχθαι μακρῷ βέλτιον ἔμοιγε φαίνεται ἢ τὸ τῶν ἄλλων ἁπασῶν πρώτην νομίζεσθαι. καλὸν ἴσως ἐνταῦθα καὶ τῶν ἀοιδίμων Ἀθηνῶν μνησθῆναι, ἂς ἐκεῖνος ἔργοις καὶ λόγοις τιμῶν τὸν πάντα χρόνον διετέλει. βασιλεὺς γὰρ ὢν καὶ κύριος πάντων, στρατηγὸς ἐκείνων ἠξίου καλεῖσθαι, καὶ τοιαύτης εἰκόνος τυγχάνων μετ᾽ ἐπιγράμματος ἐγάνυτο πλέον ἢ τῶν μεγίστων τιμῶν ἀξιωθείς. [D] ἀμειβόμενος δὲ ἐπ᾽ αὐτῇ τὴν πόλιν, πυρῶν μεδίμνους δίδωσι πολλάκις μυρίους καθ᾽ ἕκαστον ἔτος δωρεὰν καρποῦσθαι, ἐξ ὧν ὑπῆρχε τῇ πόλει μὲν ἐν ἀφθόνοις [pg 022] εἶναι, ἐκείνῳ δὲ ἔπαινοι καὶ τιμαὶ παρὰ τῶν βελτίστων.

(Now perhaps I ought at this point to say a few words about your noble ancestors. Only that here too I am at a loss where to begin. For all your ancestors, grandfathers, parents, brothers, cousins and kinsfolk were emperors, who had either acquired their power by lawful means or were adopted by the reigning house. Why should I recall ancient history or hark back to Claudius and produce proofs of his merit, which are manifest and known to all? To what end recount his campaigns against the barbarians across the Danube or how righteously and justly he won the empire? How plainly he lived while on the throne! How simple was his dress, as may be seen to this day in his statues! What I might say about your grandparents27 is comparatively recent, but equally remarkable. Both of them acquired the imperial sceptre as the reward of conspicuous merit, and having assumed the command, they were on such good terms with each other and displayed such filial piety to him28 who had granted them a share in the empire, that he used to say that of all the safeguards designed by him for the realm, and they were many, this was his master-stroke. They, meanwhile, valued their mutual understanding more than undivided empire, supposing that it could have been bestowed on either of them separately. This was the temper of their souls, and nobly they played their part in action, while next to the Supreme Being they reverenced him who had placed authority in their hands. With their subjects they dealt righteously and humanely, and expelled the barbarians who had for years settled in our territory and had occupied it with impunity as though it were their own, and they built forts to hinder encroachment, which procured for those subjects such peaceful relations with the barbarians as, at that period, seemed to be beyond their dreams. This, however, is a subject that deserves more than a passing mention. Yet it would be wrong to omit the strongest proof of their unanimity, especially as it is related to my subject. Since they desired the most perfect harmony for their children, they arranged the marriage of your father and mother.29 On this point also I think I must say a few words to show that virtue was bequeathed to you as well as a throne. But why waste time in telling how your father, on his father's death, became emperor both by the choice of the deceased monarch and by the vote of all the armies? His military genius was made evident by his achievements and needs no words of mine. He traversed the whole civilised world suppressing tyrants, but never those who ruled by right. His subjects he inspired with such affection that his veterans still remember how generous he was with largess and other rewards, and to this day worship him as though he were a god. As for the mass of the people, in town and country alike, they prayed that your father might be victorious over the tyrants, not so much because they would be delivered from that oppression as because they would then be governed by him. But when he had made his power supreme, he found that the tyrant's30 greed had worked like a drought, with the result that money was very scarce, while there were great hoards of treasure in the recesses of the palace; so he unlocked its doors and on the instant flooded the whole country with wealth, and then, in less than ten years, he founded and gave his name to a city31 that as far surpasses all others as it is itself inferior to Rome; and to come second to Rome seems to me a much greater honour than to be counted first and foremost of all cities beside. Here it may be proper to mention Athens “the illustrious,”32 seeing that during his whole life he honoured her in word and deed. He who was emperor and lord of all did not disdain the title of General of the Athenians, and when they gave him a statue with an inscription to that effect he felt more pride than if he had been awarded the highest honours. To repay Athens for this compliment he bestowed on her annually a gift of many tens of thousands of bushels of wheat, so that while she enjoyed plenty, he won applause and reverence from the best of men.)

Πολλῶν δὲ καὲ καλῶν ἔργων τῷ πατρὶ τῷ σῷ πραχθέντων, ὧν τε ἐπεμνήσθην καὶ ὅσα διὰ τὸ μῆκος παραλιπεῖν δοκῶ, πάντων ἄριστον ἔγογε φαίην ἄν, [9] οἶμαι δὲ καὶ τοὺς ἄλλους ἅπαντας ὁμολογήσειν, τὴν σὴν γένεσιν καὶ τροφὴν καὶ παιδείαν· ἐξ ἧς ὑπάρχει τοῖς λοιποῖς οὐ τὸ πρὸς ὀλίγον ἀπολαῦσαι τῆς ἀρίστης ἀρχῆς, ἀλλ᾽ ὡς οἷον τέ ἐστιν εἰς πλείονα χρόνον. δοκεῖ γοῦν ἄρχειν ἐκεῖνος εἰσέτι. καὶ Κύρῳ μὲν οὐχ ὑπῆρχε τοῦτο. τελευτήσαντος γὰρ ὁ παῖς ὤφθη μακρῷ φαυλότερος, ὥστε ὁ μὲν ἐκαλεῖτο πατήρ, ὁ δὲ ἐπωνομάσθη δεσπότης. [B] σὲ δὲ πρᾳότερον μὲν τοῦ πατρὸς καὶ ἐν ἄλλοις πολλοῖς κρείττονα σαφῶς τε33 οἶδα, καὶ δηλώσω τοῦ καιροῦ φανέντος ἐν τῷ λόγῳ. ἐκείνῳ δὲ προσήκειν καὶ τούτου νομίζω μεταδόντι σοι τῆς ἀρίστης τροφῆς, ὑπὲρ ἧς ἤδη λέγειν πειράσομαι, μητρὸς καὶ ἀδελφῶν τῶν σῶν ἐπιμνησθείς.

(Your father's achievements were many and brilliant. Some I have just mentioned, and others I must omit for the sake of brevity. But the most notable of all, as I make bold to say and I think all will agree, was that he begat, reared and educated you. This secured to the rest of the world the advantages of good government, and that not for a limited time but for a period beyond his own lifetime, as far as this is possible. At any rate your father seems still to be on the throne. This is more than Cyrus himself could achieve. When he died his son proved far inferior, so that while men called Cyrus “father,” his successor was called “master.”34 But you are even less stern than your father, and surpass him in many respects, as I well know and will demonstrate in my speech as occasion shall arise. Yet, in my opinion, he should have the credit of this as well, since it was he who gave you that admirable training concerning which I shall presently speak, but not till I have described your mother and brothers.35)

Τῇ μὲν γὰρ εὐγενείας τοσοῦτον περιῆν καὶ κάλλους σώματος καὶ τρόπων ἀρετῆς, ὄσον οὐκ ἄλλῃ γυναικὶ ῥᾳδίως ἄν τις ἐξεύροι. ἐπεὶ καὶ Περσῶν ἀκούω τὸν ὑπὲρ Παρυσάτιδος λόγον, [C] ὅτι μόνη γέγονεν ἀδελφὴ καὶ μήτηρ καὶ γαμετὴ καὶ παῖς βασιλέως. ἀλλ᾽ ἦν γε αὕτη τοῦ γήμαντος ἀδελφὴ τῇ φύσει, νόμος δὲ ἐδίδου γαμεῖν ἀδελφὴν τῷ Πέρσῃ. τὴν σὴν δὲ μητέρα κατὰ τοὺς παρ᾽ ἡμῖν νόμους ἀχράντους καὶ καθαρὰς τὰς οἰκειότητας ταύτας [pg 024] φυλάττουσαν συνέβαινε36 τοῦ μὲν εἶναι παῖδα, γαμετὴν δὲ ἑτέρου, καὶ ἀδελφὴν ἄλλου, καὶ πολλῶν αὐτοκρατόρων, οἰχὶ δὲ ἑνὸς μητέρα. [D] ὧν ὁ μέν τις τῷ πατρὶ συγκατειργάσατο τὸν πρὸς τοὺς τυράννους πόλεμον, ὁ δὲ τὴν πρὸς τοὺς Γέτας ἡμῖν εἰρήνην τοῖς ὅπλοις κρατήσας ἀσφαλῆ παρεσκεύασεν, ὁ δὲ ἐτήρησεν ἄβατον τοῖς πολεμίοις τὴν χώραν, αὐτὸς ἐπιστρατεύων ἐκείνοις πολλάκις, ἕως ἐπέτρεπον οἱ μικρὸν ὕστερον τῶν εἰς ἐκεῖνον ἀδικημάτων δίκην ὑποσχόντες. πολλῶν δὲ ὑπαρχόντων ἐκείνοις περιφανῶν ἔργων, ἐφ᾽ οἷς ἄν τις αὐτοὺς δικαίως ἐπαινεῖν ἔχοι, καὶ τῶν ἐκ τῆς τύχης ἀγαθῶν περιουσίας οὔσης,37 [10] οὐδέν ἐστι τοιοῦτον τῶν ἄλλων, ἐφ᾽ ᾧ μακαρίζων ἄν38 τις αὐτοὺς εἰκότως σεμνύνοι, ὡς ὅτι τῶν μὲν ἀπόγονοι, τῶν δὲ ἔκγονοι39 γεγόνασιν.40 ἀλλ᾽ ἵνα μὴ μακρότερα περὶ αὐτῶν λέγων τὸν ὀφειλόμενον τοῖς ἐπαίνοις τοῖς σοῖς καιρὸν ἀναλώσω τοῦ λόγου, πειράσομαι λοιπὸν ὡς ἡμῖν ἄξιον, μᾶλλον δέ, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, μακρῷ τῶν προγόνων ἐπιδείξω σε41 σεμνότερον.

(Your mother's ancestry was so distinguished, her personal beauty and nobility of character were such that it would be hard to find her match among women. I have heard that saying of the Persians about Parysatis, that no other woman had been the sister, mother, wife, and daughter of kings. Parysatis, however, was own sister of her husband, since their law does not forbid a Persian to marry his sister. But your mother, while in accordance with our laws she kept pure and unsullied those ties of kinship, was actually the daughter of one emperor,42 the wife of another, the sister of a third, and the mother not of one emperor but of several. Of these one aided your father in his war against the tyrants; another conquered the Getae and secured for us a lasting peace with them; the third43 kept our frontiers safe from the enemy's incursions, and often led his forces against them in person, so long at least as he was permitted by those who were so soon punished for their crimes against him. Though by the number and brilliance of their achievements they have indeed earned our homage, and though all the blessings of fortune were theirs in abundance, yet in the whole tale of their felicity one could pay them no greater compliment than merely to name their sires and grandsires. But I must not make my account of them too long, lest I should spend time that I ought to devote to your own panegyric. So in what follows I will, as indeed I ought, endeavour—or rather, since affectation is out of place, let me say I will demonstrate—that you are far more august than your ancestors.)

[B] Φήμας μὲν δὴ καὶ μαντείας καὶ ὄψεις τὰς ἐν τοῖς ὕπνοις, καὶ ὅσα ἄλλα θρυλεῖν εἰώθασιν ἐπὶ τῶν οὕτω λαμπρὰ καὶ περιφανῊ πραξάντων, Κύρου καὶ τοῦ τῆς ἡμετέρας οἰκιστοῦ πόλεως καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, καὶ εἴ τις ἄλλος τοιοῦτος γέγονεν, ἑκὼν ἀφίημι· [pg 026] δοκεῖ γὰρ οὐ πόρρω ταῦτα τῆς ποιητικῆς ἐξουσίας εἶναι. καὶ τὰ παρὰ τὴν πρώτην ὑπάρξαντά σοι γένεσιν ὡς λαμπρὰ καὶ βασιλικὰ καὶ44 τὸ λέγειν εὔηθες. [C] ἀλλ᾽ ἐπειδὴ τῆς ἐν τοῖς παισὶν ἀγωγῆς ὁ καιρὸς ὑπομέμνηκεν, ἔδει σοι τῆς βασιλικῆς τροφῆς δήπουθεν, ἣ τὸ μὲν σῶμα πρὸς ἰσχὺν καὶ ῥώμην καὶ εὐεξίαν καὶ κάλλος ἀσκήσει, τὴν ψυχὴν δὲ πρὸς ἀνδρείαν καὶ δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν ἐμμελῶς παρασκευάσει. ταῦτα δὲ οὐ ῥᾴδιον διὰ τῆς ἀνειμένης ὑπάρχειν διαίτης, θρυπτούσης μέν, ὡς εἰκός, τὰς ψυχὰς καὶ τὰ σώματα, ἀσθενεστέρας δὲ [D] ἐργαζομένης πρός τε τοὺς κινδύνους τὰς γνώμας καὶ πρὸς τοὺς πόνους τὰ σώματα. οὐκοῦν τῷ μὲν ἔδει γυμναστικῆς, τῷ σώματι, τὴν ψυχὴν δὲ τῇ τῶν λόγων ἐκόσμεις μελέτῃ. ἐπὶ πλέον δὲ ὑπὲρ ἀμφοτέρων ἄξιον διελθεῖν· ἀρχὴ γάρ τις αὕτη τῶν μετὰ ταῦτα πράξεων γέγονε. τῆς μὲν οὖν ἐπιμελείας τῆς περὶ τὴν ἰσχὺν οὐ τὸ πρὸς τὰς ἐπιδείξεις ἁρμόζον ἤσκησας, ἥκιστα βασιλεῖ πρέπειν ὑπολαβὼν τῶν τὰς παλαίστρας κατειληφότων τὴν θρυλουμένην εὐεξίαν, [11] μέλλοντι τῶν ἀληθινῶν ἀγώνων μεθέξειν, ὕπνου τε ἐλαχίστου δεομένῳ καὶ τροφῆς οὐ πολλῆς, καὶ ταύτης οὔτε κατὰ πλῆθος οὔτε κατὰ ποιότητα πάντως ὡρισμένης οὔτε κατὰ τὸν καιρόν, ὃν χρὴ προσφέρεσθαι, τῆς ἐπιτυχούσης δέ, ἐπειδὰν αἱ πράξεις τὸν καιρὸν ἐνδῶσιν. ὅθεν ᾤου δεῖν καὶ τὰ γυμνάσια πρὸς ταύτην ποιεῖσθαι,45 πολλὰ καὶ στρατιωτικά, χορείαν τὴν ἐν τοῖς ὅπλοις, [B] δρόμον τὸν ἐν τούτοις, τὴν ἱππικὴν τέχνην, οἷς ἅπασι διατετέλεκας ἐξ [pg 028] ἀρχῆς ἐν καιρῷ χρώμενος· καὶ κατώρθωται παρὰ σοὶ τούτων ἕκαστον ὡς παρ᾽ οὐδενὶ τῶν ἄλλων ὁπλιτῶν. οὐκοῦν ὁ μέν τις ἐκείνων, πεζὸς ὢν ἀγαθός, τὴν ἱππικὴν τέχνην ἠγνόησεν, ὁ δέ, ἐπιστάμενος χρῆσθαι τοῖς ἱππικοῖς, ὀκνεῖ πεζὸς εἰς μάχην ἰέναι. μόνῳ δὲ ὑπάρχει σοὶ τῶν μὲν ἱππέων ἀρίστῳ φαίνεσθαι παραπλησίως ἐκείνοις σταλέντι, [C] μετασκευασαμένῳ δὲ ἐς τοὺς ὁπλίτας κρατεῖν ἁπάντων ῥώμῃ καὶ τάχει καὶ τῇ τῶν ποδῶν κουφότητι. ὅπως δὲ μὴ τὰς ἀνέσεις ῥᾳιθύμους εἶναι μηδ᾽ ἄνευ τῶν ὅπλων ποιεῖσθαι συμβαίνῃ, ἐπίσκοπα τοξεύειν ἤσκησας. καὶ τὸ μὲν σῶμα διὰ τῶν ἑκουσίων πόνων πρὸς τοὺς ἀκουσίους εὖ ἔχειν παρεσκεύασας, τῇ ψυχῇ δὲ ἡγεῖτο μὲν ἡ τῶν λόγων μελέτη καὶ τὰ προσήκοντα τοῖς τηλικούτοις μαθήματα. [D] ὅπως δὲ μὴ παντάπασιν ἀγύμναστος ᾖ μηδὲ καθάπερ ᾄσματα καὶ μύθους τοὺς ὑπὲρ τῶν ἀρετῶν ἐπακούῃ λόγους, ἔργων δὲ ἀγαθῶν καὶ πράξεων ἄπειρος οὖσα τὸν τοσοῦτον διαμείνῃ χρόνον, καθάπερ ὁ γενναῖος ἠξίωσε Πλάτων οἱονεὶ πτερὰ τοῖς παισὶ χαριζόμενον καὶ ἐπὶ τοὺς ἵππους ἀναβιβάζοντα46 ἄγειν εἰς τὰς μάχας, θεατὰς ἐσομένους ὧν οὐκ εἰς μακρὰν ἀγωνιστὰς ἐχρῆν καταστῆναι, πατέρα τὸν σὸν [12] διανοηθέντα φαίην ἂν εἰκότως τοῖς Κελτῶν ἔθνεσιν ἐπιστῆσαι σε φύλακα καὶ βασιλέα, μειράκιον ἔτι, μᾶλλον δὲ παῖδα κομιδῇ τῷ χρόνῳ, ἐπεὶ τῇ γε συνέσει καὶ ῥώμῃ τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσιν [pg 030] ἐνάμιλλον ἤδη. τοῦ μὲν ἀκίνδυνον γενέσθαι σοι τὴν πολεμικὴν ἐμπειρίαν ὁ πατὴρ προυνόησε καλῶς, εἰρήνην ἐπιτάξας πρὸς τοὸς ὑπηκόους ἄγειν τοῖς βαρβάροις· [B] μάχεσθαι δὲ ἀναπείθων καὶ στασιάζειν πρὸς ἀλλήλουσ, ἐν ταῖς ἐκείνων συμφοραῖς καὶ τοῖς σώμασι στρατηγικὴν ἐδίδασκε τέχνην, ἀσφαλέστερον βουλευόμενος τοῦ σοφοῦ Πλάτωνος. τῷ μὲν γὰρ, εἰ πεζὸς ἐπέλθοι πολεμίων στρατός, οἱ παῖδες θεαταὶ καὶ κοινωνοὶ τῶν ἔργων, ἤν που δεηθῶσι, τοῖς πατράσι γένοιντ᾽ ἄν· κρατούντων δὲ ἱππεῦσι τῶν πολεμίων, ὥρα μηχανᾶσθαι τοῖς μειρακίοις σωτηρίας τρόπον δυσεπινόητον. [C] τὸ δὲ ἐν ἀλλοτρίοις κινδύνοις τοὺς παῖδας ἐθίζειν πολεμίων ἀνέχεσθαι καὶ πρὸς τὴν χρείαν ἀρκούντως καὶ πρὸς τὴν ἀσφάλειαν δοκεῖ βεβουλεῦσθαι.

(Now as for heavenly voices and prophecies and visions in dreams and all such portents47 as are common gossip when men like yourself have achieved brilliant and conspicuous success, Cyrus, for instance, and the founder48 of our capital, and Alexander, Philip's son, and the like, I purposely ignore them. Indeed I feel that poetic license accounts for them all. And it is foolish even to state that at the hour of your birth all the circumstances were brilliant and suited to a prince. And now the time has come for me to speak of your education as a boy. You were of course bound to have the princely nurture that should train your body to be strong, muscular, healthy, and handsome, and at the same time duly equip your soul with courage, justice, temperance, and wisdom. But this cannot result from that loose indulgence which naturally pampers body and soul, weakening men's wills for facing danger and their bodies for work. Therefore your body required training by suitable gymnastics, while you adorned your mind by literary studies. But I must speak at greater length about both branches of your education, since it laid the foundation of your later career. In your physical training you did not pursue those exercises that fit one merely for public display. What professional athletes love to call the pink of condition you thought unsuitable for a king who must enter for contests that are not make-believe. Such a one must put up with very little sleep and scanty food, and that of no precise quantity or quality or served at regular hours, but such as can be had when the stress of work allows. And so you thought you ought to train yourself in athletics with a view to this, and that your exercises must be military and of many kinds, dancing and running in heavy armour, and riding. All these you have continued from early youth to practise at the right time, and in every exercise you have attained to greater perfection than any other hoplite. Usually a hoplite who is a good infantryman cannot ride, or, if he is an expert horseman, he shirks marching on foot to battle. But of you alone it can be said that you can put on the cavalry uniform and be a match for the best of them, and when changed into a hoplite show yourself stronger, swifter, and lighter on your feet than all the rest. Then you practised shooting at a mark, that even your hours of leisure might not be hours of ease or be found without the exercise of arms. So by work that was voluntary you trained your body to stand the exertions that you would be compelled to undertake. Your mind, meanwhile, was trained by practice in public speaking and other studies suitable to your years. But it was not to be wholly without the discipline of experience, nor was it for you to listen merely to lectures on the virtues as though they were ballads or saga stories, and so wait all that time without actual acquaintance with brave works and undertakings. Plato, that noble philosopher, advised49 that boys should be furnished as it were with wings for flight by being mounted on horseback, and should then be taken into battle so that they may be spectators of the warfare in which they must soon be combatants. This, I make bold to say, was in your father's mind when he made you governor and king of the Celtic tribes while you were still a youth, or rather a mere boy in point of years, though in intelligence and endurance you could already hold your own with men of parts. Your father wisely provided that your experience of war should be free from risks, having arranged that the barbarians should maintain peace with his subjects. But he instigated them to internal feuds and civil war, and so taught you strategy at the expense of their lives and fortunes. This was a safer policy than the wise Plato's. For, by his scheme, if the invading army were composed of infantry, the boys could indeed be spectators of their fathers' prowess, or, if need arose, could even take part. But supposing that the enemy won in a cavalry engagement, then, on the instant, one would have to devise some means to save the boys, which would be difficult indeed. But to inure the boys to face the enemy, while the hazard belongs to others, is to take counsel that both suffices for their need and also secures their safety.)

Ἐν μὲν δὴ τούτοις σοι πρὸς ἀνδρείαν ὑπῆρχε μελέτη. φρονήσεως δὲ ἡ μὲν φύσις, ἣν εἴληχας, αὐταρκὴς ἡγεμών· παρῆσαν δὲ οἶμαι καὶ τῶν πολιτῶν οἱ κράτιστοι τὰ πολιτικὰ διδάσκοντες. καὶ [D] παρεῖχον ἠθῶν καὶ νόμων καὶ ξένων ἐπιτηδευμάτων ἐμπειρίαν αἱ πρὸς τοὺς ἡγεμόνας τῶν τῇδε βαρβάρων ἐντεύξεις. καίτοι τὸν Ὀδυσσέα συνετὸν Ὅμηρος ἐκ παντὸς ἀποφῆναι προαιρούμενος πολύτροπον εἶναὶ φησι καὶ πολλῶν ἀνθρώπων τὸν νοῦν καταγνῶναι καὶ ἐπελθεῖν τὰς πόλεισ,50 ἵν᾽ ἐξ ἁπάντων ἐπιλεξάμενος ἔχοι τὰ κράτιστα καὶ πρὸς παντοδαποὺς ἀνθρώπους ὁμιλεὶν δύναιτο. ἀλλὰ τῷ μὲν ὃς51 οὐκ ἐβασίλευσε [pg 032] ποικίλων ἠθῶν ἐμπειρίας χρεία· [13] τὸν δὲ πρὸς τοσαύτην ἡγεμονίαν τρεφόμενον οὐκ ἐν οἰκίσκῳ που χρῆν διδάσκεσθαι οὐδὲ τὴν βασιλείαν, καθάπερ ὁ Κῦρος, παίζοντα μιμεῚσθαι οὐδὲ χρηματίζειν τοῖς ἥλιξι, καθάπερ ἐκεῖνον λέγουσιν, ἀλλ᾽ ἔθνεσιν ὁμιλεῖν καὶ δήμοις, καὶ στρατιωτῶν τάγμασιν ἐπιτάττειν ἁπλῶς τὸ πρακτέον· ὅλως δὲ οὐδενὸς ἀπολείπεσθαι τούτων, ὧν ἐχρῆν ἄνδρα γενόμενον ἐπ᾽ ἀδείας πράττειν.

(It was in this way then that you were first trained in manliness. But as regards wisdom, that nature with which you were endowed was your self-sufficing guide. But also, I think, the wisest citizens were at your disposal and gave you lessons in statecraft. Moreover, your intercourse with the barbarian leaders in that region gave you an acquaintance at first hand with the manners, laws, and usages of foreigners. Indeed, when Homer set out to prove the consummate wisdom of Odysseus, he called him “much-travelled,” and said that he had come to know the minds of many peoples and visited their cities, so that he might choose what was best in every one and be able to mix with all sorts and conditions of men. Yes, even Odysseus, who never ruled an empire, needed experience of the many and divers minds of men. How much more necessary that one who was being brought up to guide an empire like this should not fit himself for the task in some modest dwelling apart; neither should he, like young Cyrus in his games, play at being emperor, nor give audiences to his playmates, as they say52 Cyrus did. Rather he ought to mix with nations and peoples, and give orders to his troops definitely indicating what is to be done, and generally he should be found wanting in none of those things which, when he comes to manhood, he must perform without fear.)

[B] Οὐκοῦν ἐπειδὴ τὰ παρὰ τούτοις ἐδιδάχθης καλῶς, ἐπὶ τὴν ἑτέραν ἤπειρον μετιὼν τοῖς Παρθυαίων καὶ Μήδων ἔθνεσιν ἀντετάχθης μόνος. ὑποτυφομένου δὲ ἤδη τοῦ πολέμου καὶ οὐκ εἰς μακρὰν μέλλοντος ἀναρριπίζεσθαι, ταχέως καὶ τούτου κατέγνως τὸν τρόπον, καὶ τὴν τῶν ὅπλων ἰσχὺν ἐμιμήσω, καὶ πρὸς τὴν ὥραν τοῦ θέρους εἴθισας καρτερεῖν τὸ σῶμα. πυνθάνομαι δὲ Ἀλκιβιάδην μόνον ἐξ ἁπάντων Ἑλλήνων οὕτως εὐφυῶς μεταβολὰς ἐνεγκεῖν, [C] ὡς καὶ μιμήσασθαι πρῶτον53 μὲν τὴν τῶν Λακεδαιμονίων ἐγκράτειαν, ἐπειδὴ Σπαρτιάταις αὑτὸν ἐδεδώκει, εἶτα Θηβαίους, καὶ Θρᾴκας ὕστερον, καὶ ἐπὶ τέλει τὴν τῶν Περσῶν τρυφήν. ἀλλ᾽ ἐκεῖνος μὲν τοῖς χωρίοις συμμεταβάλλων καὶ τὸν τρόπον ἀνεπίμπλατο πολλῆς δυσχερείας καὶ τὸ πάτριον ἐκινδύνευε παντελῶς ἀποβαλεῖν, σὺ δὲ τῆς μὲν [pg 034] ἐγκρατοῦς διαίτης ᾤου δεῖν ἔχεσθαι πανταχοῦ, [D] ἐθίζων δὲ τὸ σῶμα τοῖς πόνοις πρὸς τὰς μεταβολὰς ῥᾷον ἤνεγκας54 τὴν ἐκ Γαλατῶν εἰς Παρθυαίους ἄνοδον ἢ55 τῶν πλουσίων οἱ ταῖς ὥραις τὴν οἴκησιν συμμεταβάλλοντες, εἰ παρὰ τὸν καιρὸν βιασθεῖεν. καί μοι δοκεῖ θεὸς εὐμενὴς πρὸς τὴν τῶν ὅλων ἡγεμονίαν ἐξ ἀρχῆς τὴν σὴν ἀρετὴν παρασκευάζειν ἐθέλων, κύκλῳ σε περιαγαγεῖν καὶ ἐπιδεῖξαι τῆς ἀρχῆς ἁπάσης ὅρους καὶ πέρατα καὶ φύσιν χωρίων [14] καὶ μέγεθος χώρας καὶ δύναμιν ἐθνῶν καὶ πλῆθος πόλεων καὶ φύσιν δήμων καὶ τὶ κράτιστον αὐτῶν ἐκείνων τὴν περιουσίαν56 ὧν οὐδενὸς ἀπολελεῖφθαι χρὴ τὸν πρὸς τοσαύτην ἀρχὴν τρεφόμενον. τὸ μέγιστον δὲ μικροῦ με διέφυγεν εἰπεῖν, ὅτι τούτων ἁπάντων ἄρχειν ἐκ παίδων διδασκόμενος, ἄρχεσθαι κρεῖττον ἔμαθες, ἀρχῇ τῇ πασῶν ἀρίστῃ καὶ δικαιοτάτῃ, φύσει τε καὶ νόμῳ, σαυτὸν ὑποτιθείς· πατρὶ γὰρ ὑπήκουες ἅμα καὶ βασιλεῖ· ὧν εἰ καὶ θάτερον ὑπῆρχεν ἐκείνῳ μόνον, ἄρχειν αὐτῷ πάντως προσῆκον ἦν. [B] καίτοι τίνα ποτ᾽ ἄν τις ἐξεύροι βασιλικὴν τροφὴν καὶ παιδείαν ἀμείνω ταύτης πάλαι γενομένην; οὔτε γὰρ Λακεδαιμόνιοι τῶν Ἑλλήνων, οἵπερ δὴ δοκοῦσιν ἀρίστης ἀρχῆς τῆς τῶν βασιλέων μεταλαβεῖν, οὕτω τοὺς Ἡρακλείδας ἐπαίδευον, οὔτε τῶν βαρβάρων οἱ Καρχηδόνιοι, [pg 036] βασιλευόμενοι διαφερόντως, τῆς ἀρίστης ἐπιμελείας τὸν ἄρξοντα57 σφῶν ἠξίουν· ἀλλὰ πᾶσιν ἦν κοινὰ τὰ παρὰ τῶν νόμων τῆς ἀρετῆς γυμνάσια καὶ τὶ παιδεύματα, [C] καθάπερ ἀδελφοῖς τοῖς πολίταις ἄρξειν τε καὶ ἀρχθήσεσθαι μέλλουσι, καὶ οὐδὲν διάφορον προσῆν εἰς παιδείας λόγον τοῖς ἡγεμόσι τῶν ἄλλων. καίτοι πῶς οὐκ εὔηθες ἀπαιτεῖν μὲν ἀρετῆς μέγεθος ἀνυπέρβλητον παρὰ τῶν ἀρχόντων, προνοεῖν δὲ μηδέν, ὅπως ἔσονται τῶν πολλῶν διαφέροντες; καὶ τοῖς μὲν βαρβάροις, ἅπασιν ἐν κοινῷ τῆς ἀρχῆς ταύτης προκειμένης, τὸ τὴν ἐπιμέλειαν τῶν ἠθῶν ὁμοίαν γίγνεσθαι παράσχοι συγγνώμην· τὸν Λυκοῦργον [D] δὲ τοῖς ἀφ᾽ Ἡρακλέους ἀστυφέλικτον τὴν βασιλείαν διαφυλάττοντα58 μηδεμίαν ὑπεροχὴν ἐν ταῖς ἐπιμελείαις τῶν νέων εὑρόντα σφόδρα ἄν τις εἰκότως μέμψαιτο. οὐδὲ γὰρ εἰ πάντας Λακεδαιμονίους ἀθλητὰς ἀρετῆς καὶ τροφίμους ᾤετο δεῖν εἶναι, τῆς ἴσης ἀξιοῦν ἐχρῆν τροφῆς καὶ παιδείας τοὺς ἰδιώτας τοῖς ἄρξουσιν.59 [15] ἡ γὰρ τοιαύτη κατὰ μικρὸν παραδυομένη60 συνήθεια ταῖς ψυχαῖς ἐνέτεκεν61 ὑπεροψίαν τῶν κρειττόνων· ὅλως γὰρ οὐδὲ κρείττονας νομιστέον τοὺς οὐ δι᾽ ἀρετὴν πρωτεύειν [pg 038] λαχόντας. τοῦτο δὲ οἶμαι καὶ Σπαρτιάτας χαλεπωτέρους ἀρχθῆναι τοῖς βασιλεῦσι παρεῖχε πολλάκις. χρήσαιτο δ᾽ ἄν τις σαφεῖ τεκμηρίῳ τῶν [B] ῥηθέντων τῇ Λυσάνδρου πρὸς Ἀγησίλαον φιλοτιμίᾳ καὶ ἄλλοις πλείοσιν, ἐπιὼν τὰ πεπραγμένα τοῖς ἀνδράσιν.