FRAGMENTUM EPISTOLAE
.... πλὴν ἢν εἰς τὸν βασιλέα ἐπίδωσιν ἀτακτοῦντάς τινας, αὐτίκα μάλα κολάζουσιν· ἐπὶ δὲ τοὺς οὐ προσιόντας τοῖς θεοῖς ἐστι τὸ τῶν πονηρῶν δαιμόνων τεταγμένον φῦλον, [B] ὑφ᾽ ὧν οἱ πολλοὶ παροιστρούμενοι τῶν ἀθέων ἀναπείθονται θανατᾶν, ὡς ἀναπτησόμενοι πρὸς τὸν οὐρανόν, ὅταν ἀπορρήξωσι τὴν ψυχὴν βιαίως. εἰσὶ δὲ οἳ καὶ τὰς ἐρημίας ἀντὶ τῶν πόλεων διώκουσιν, ὄντος τἀνθρώπου φύσει πολιτικοῦ ζῴου καὶ ἡμέρου, δαίμοσιν ἐκδεδομένοι πονηροῖς, ὑφ᾽ ὧν εἰς ταύτην ἄγονται τὴν μισανθρωπίαν. ἤδη δὲ καὶ δεσμὰ καὶ κλοιοὺς ἐξηῦρον οἱ πολλοὶ τούτων· οὕτω πανταχόθεν αὐτοὺς ὁ κακὸς συνελαύνει δαίμων, ᾧ δεδώκασιν ἑκόντες ἑαυτούς, ἀποστάντες τῶν ἀιδίων καὶ σωτήρων θεῶν. [C] ἀλλ᾽ ὑπὲρ μὲν τούτων ἀπόχρη τοσαῦτα εἰπεῖν· ὅθεν δ᾽ ἐξέβην εἰς τοῦτο ἐπανήξω.
(.... Only494 that they chastise, then and there, any whom they see rebelling against their king. And the tribe of evil demons is appointed to punish those who do not worship the gods, and stung to madness by them many atheists are induced to court death in the belief that they will fly up to heaven when they have brought their lives to a violent end. Some men there are also who, though man is naturally a social and civilised being, seek out desert places instead of cities, since they have been given over to evil demons and are led by them into this hatred of their kind. And many of them have even devised fetters and stocks to wear; to such a degree does the evil demon to whom they have of their own accord given themselves abet them in all ways, after they have rebelled against the everlasting and saving gods. But on this subject what I have said is enough, and I will go back to the point at which I digressed.)
[pg 298]Δικαιοπραγίας οὖν τῆς μὲν κατὰ τοὺς πολιτικοὺς νόμους εὔδηλον ὅτι μελήσει τοῖς ἐπιτρόποις τῶν πόλεων, πρέποι δ᾽ ἂν καὶ ὑμῖν εἰς παραίνεσιν τὸ μὴ παραβαίνειν ἱεροὺς ὄντας τῶν θεῶν τοὺς νόμους. [289] ἐπεὶ δὲ τὸν ἱερατικὸν βίον εἶναι χρὴ τοῦ πολιτικοῦ σεμνότερον, ἀκτέον ἐπὶ τοῦτον καὶ διδακτέον· ἕψονται δέ, ὡς εἰκός, οἱ βελτίους· ἐγὼ μὲν γὰρ εὔχομαι καὶ πάντας, ἐλπίζω δὲ τοὺς ἐπιεικεῖς φύσει καὶ σπουδαίους· ἐπιγνώσονται γὰρ οἰκείους ὄντας ἑαυτοῖς τοὺς λόγους.
(Though just conduct in accordance with the laws of the state will evidently be the concern of the governors of cities, you in your turn will properly take care to exhort men not to transgress the laws of the gods, since those are sacred. Moreover, inasmuch as the life of a priest ought to be more holy than the political life, you must guide and instruct men to adopt it. And the better sort will naturally follow your guidance. Nay I pray that all men may, but at any rate I hope that those who are naturally good and upright will do so; for they will recognise that your teachings are peculiarly adapted to them.)
Ἀσκητέα τοίνυν πρὸ πάντων ἡ φιλανθρωπία· ταύτῃ γὰρ ἕπεται πολλὰ μὲν καὶ ἄλλα τῶν ἀγαθῶν, [B] ἐξαίρετον δὲ δὴ καὶ μέγιστον ἡ παρὰ τῶν θεῶν εὐμένεια. καθάπερ γὰρ οἱ τοῖς ἑαυτῶν δεσπόταις συνδιατιθέμενοι περί τε φιλίας καὶ σπουδὰς καὶ ἔρωτας ἀγαπῶνται πλέον τῶν ὁμοδούλων, οὕτω νομιστέον φύσει φιλάνθρωπον ὂν τὸ θεῖον ἀγαπᾶν τοὺς φιλανθρώπους τῶν ἀνδρῶν. ἡ δὲ φιλανθρωπία πολλὴ καὶ παντοία· [C] καὶ τὸ πεφεισμένως κολάζειν τοὺς ἀνθρώπους ἐπὶ τῷ βελτίονι τῶν κολαζομένων, ὥσπερ οἱ διδάσκαλοι τὰ παιδία, καὶ τὸ τὰς χρείας αὐτῶν ἐπανορθοῦν, ὥσπερ οἱ θεοὶ τὰς ἡμετέρας. ὁρᾶτε ὅσα ἡμῖν δεδώκασιν ἐκ τῆς γῆς ἀγαθά, τροφὰς παντοίας καὶ ὁπόσας οὐδὲ ὁμοῦ πᾶσι τοῖς ζῴοις. ἐπεὶ δὲ ἐτέχθημεν γυμνοί, ταῖς τε τῶν ζῴων ἡμᾶς θριξὶν ἐσκέπασαν καὶ τοῖς ἐκ τῆς γῆς φυομένοις καὶ τοῖς ἐκ δένδρων, καὶ οὐκ ἤρκεσεν ἁπλῶς οὐδὲ αὐτοσχεδίως, [D] καθάπερ ὁ Μωυσῆς ἔφη τοὺς χιτῶνας [pg 300] λαβεῖν δερματίνους, ἀλλ᾽ ὁρᾶτε ὅσα ἐγένετο τῆς Ἐργάνης Ἀθηνᾶς τὰ δῶρα. ποῖον οἴνῳ χρῆται ζῷον; ποῖον ἐλαίῳ; πλὴν εἴ τισιν ἡμεῖς καὶ τούτων μεταδέδομεν, οἱ τοῖς ἀνθρώποις οὐ μεταδιδόντες. τί δὲ τῶν θαλαττίων σίτῳ, τί δὲ τῶν χερσαίων τοῖς ἐν τῇ θαλάττῃ χρῆται; χρυσὸν οὔπω λέγω καὶ χαλκὸν καὶ σίδηρον, οἷς πᾶσιν οἱ θεοὶ ζαπλούτους ἡμᾶς ἐποίησαν, οὐχ ἵνα ὄνειδος αὐτῶν περιορῶμεν περινοστοῦντας τοὺς πένητας, ἄλλως τε ὅταν [290] καὶ ἐπιεικεῖς τινες τύχωσι τὸν τρόπον, οἷς πατρῷος μὲν κλῆρος οὐ γέγονεν, ὑπὸ δὲ μεγαλοψυχίας ἥκιστα ἐπιθυμοῦντες χρημάτων πένονται. τούτους ὁρῶντες οἱ πολλοὶ τοὺς θεοὺς ὀνειδίζουσιν. αἴτιοι δὲ θεοὶ μὲν οὐκ εἰσὶ τῆς τούτων πενίας, ἡ δὲ ἡμῶν τῶν κεκτημένων ἀπληστία καὶ τοῖς ἀνθρώποις ὑπὲρ τῶν θεῶν οὐκ ἀληθοῦς ὑπολήψεως αἰτία γίνεται καὶ προσέτι τοῖς θεοῖς ὀνείδους ἀδίκου. [B] τί γὰρ ἀπαιτοῦμεν, ἵνα χρυσὸν ὥσπερ τοῖς Ῥοδίοις ὁ θεὸς ὕσῃ τοῖς πένησιν; ἀλλὰ εἰ καὶ τοῦτο γένοιτο, ταχέως ἡμεῖς ὑποβαλόμενοι τοὺς οἰκέτας καὶ προθέντες πανταχοῦ τὰ ἀγγεῖα πάντας ἀπελάσομεν, ἵνα μόνοι τὰ κοινὰ τῶν θεῶν ἁρπάσωμεν δῶρα. θαυμάσειε δ᾽ ἄν τις εἰκότως, εἰ τοῦτο μὲν ἀξιοῖμεν495 οὔτε πεφυκὸς γίνεσθαι καὶ ἀλυσιτελὲς πάντη, τὰ [pg 302] δυνατὰ δὲ μὴ πράττομεν. [C] τίς γὰρ ἐκ τοῦ μεταδιδόναι τοῖς πέλας ἐγένετο πένης; ἐγώ τοι πολλάκις τοῖς δεομένοις προέμενος ἐκτησάμην αὐτὰ παρὰ θεῶν496 πολλαπλάσια καίπερ ὢν φαῦλος χρηματιστὴς, καὶ οὐδέποτέ μοι μετεμέλησε προεμένῳ. καὶ τὰ μὲν νῦν οὐκ ἂν εἴποιμι· καὶ γὰρ ἂν εἴη παντελῶς ἄλογον, εἰ τοὺς ἰδιώτας ἀξιώσαιμι βασιλικαῖς παραβάλλεσθαι χορηγίαις· [D] ἀλλ᾽ ὅτε ἔτι ἐτύγχανον ἰδιώτης, σύνοιδα ἐμαυτῷ τοῦτο ἀποβὰν πολλάκις. ἀπεσώθη μοι τέλειος ὁ κλῆρος τῆς τήθης, ἐχόμενος ὑπ᾽ ἄλλων βιαίως ἐκ βραχέων ὧν εἶχον ἀναλίσκοντι τοῖς δεομένοις καὶ μεταδιδόντι.
(You must above all exercise philanthropy, for from it result many other blessings, and moreover that choicest and greatest blessing of all, the good will of the gods. For just as those who are in agreement with their masters about their friendships and ambitions and loves are more kindly treated than their fellow slaves, so we must suppose that God, who naturally loves human beings, has more kindness for those men who love their fellows. Now philanthropy has many divisions and is of many kinds. For instance it is shown when men are punished in moderation with a view to the betterment of those punished, as schoolmasters punish children; and again in ministering to men's needs, even as the gods minister to our own. You see all the blessings of the earth that they have granted to us, food of all sorts, and in an abundance that they have not granted to all other creatures put together. And since we were born naked they covered us with the hair of animals, and with things that grow in the ground and on trees. Nor were they content to do this simply or off-hand, as Moses tells us men took coats of skins,497 but you see how numerous are the gifts of Athene the Craftswoman. What other animals use wine, or olive oil? Except indeed in cases where we let them share in these things, even though we do not share them with our fellowmen. What creature of the sea uses corn, what land animal uses things that grow in the sea? And I have not yet mentioned gold and bronze and iron, though in all these the the gods have made us very rich; yet not to the end that we may bring reproach on them by disregarding the poor who go about in our midst, especially when they happen to be of good character—men for instance who have inherited no paternal estate, and are poor because in the greatness of their souls they have no desire for money. Now the crowd when they see such men blame the gods. However it is not the gods who are to blame for their poverty, but rather the insatiate greed of us men of property becomes the cause of this false conception of the gods among men, and besides of unjust blame of the gods. Of what use, I ask, is it for us to pray that God will rain gold on the poor as he did on the people of Rhodes?498 For even though this should come to pass, we should forthwith set our slaves underneath to catch it, and put out vessels everywhere, and drive off all comers so that we alone might seize upon the gifts of the gods meant for all in common. And anyone would naturally think it strange if we should ask for this, which is not in the nature of things, and is in every way unprofitable, while we do not do what is in our power. Who, I ask, ever became poor by giving to his neighbours? Indeed I myself, who have often given lavishly to those in need, have recovered my gifts again many times over at the hands of the gods, though I am a poor man of business; nor have I ever repented of that lavish giving. And of the present time I will say nothing, for it would be altogether irrational of me to compare the expenditure of private persons with that of an Emperor; but when I was myself still a private person I know that this happened to me many times. My grandmother's estate for instance was kept for me untouched, though others had taken possession of it by violence, because from the little that I had I spent money on those in need and gave them a share.)
Κοινωνητέον οὖν τῶν χρημάτων ἅπασιν ἀνθρώποις, ἀλλὰ τοῖς μὲν ἐπιεικέσιν ἐλευθεριώτερον, τοῖς δὲ ἀπόροις καὶ πένησιν ὅσον ἐπαρκέσαι τῇ χρείᾳ. φαίνη δ᾽ ἄν, εἰ καὶ παράδοξον εἰπεῖν, ὅτι καὶ τοῖς πονηροῖς499 ἐσθῆτος καὶ τροφῆς ὅσιον ἂν εἴη μεταδιδόναι· [291] τῷ γὰρ ἀνθρωπίνῳ καὶ οὐ τῷ τρόπῳ δίδομεν. διόπερ οἶμαι καὶ τοὺς ὲν δεσμωτηρίῳ καθειργμένους ἀξιωτέον τῆς τοιαύτης ἐπιμελείας. οὐδὲν γὰρ κωλύσει τὴν δίκην ἡ τοιαύτη φιλανθρωπία. χαλεπὸν γὰρ ἂν εἴη, πολλῶν ἀποκεκλεισμένων ἐπὶ κρίσει, καὶ τῶν μὲν ὀφλησόντων, τῶν δὲ ἀθῴων ἀποφανθησομένων, μὴ διὰ τοὺς ἀναιτίους οἶκτόν τινα νέμειν καὶ τοῖς πονηροὶς, ἀλλὰ τῶν πονηρῶν [B] ἕνεκα καὶ περὶ τοὺς οὐδὲν ἠδικηκότας ἀνηλεῶς καὶ ἀπανθρώπως διακεῖσθαι. [pg 304] ἐκεῖνο δὲ ἐννοοῦντί μοι παντάπασιν ἄδικον καταφαίνεται· Ξένιον ὀνομάζομεν Δία, καὶ γιγνόμεθα τῶν Σκυθῶν κακοξενώτεροι. πῶς οὖν ὁ βουλόμενος τῷ Ξενίῳ θῦσαι Διὶ φοιτᾷ πρὸς τὸν νεών; μετὰ ποταποῦ συνειδότος, ἐπιλαθόμενος τοῦ
(We ought then to share our money with all men, but more generously with the good, and with the helpless and poor so as to suffice for their need. And I will assert, even though it be paradoxical to say so, that it would be a pious act to share our clothes and food even with the wicked. For it is to the humanity in a man that we give, and not to his moral character. Hence I think that even those who are shut up in prison have a right to the same sort of care; since this kind of philanthropy will not hinder justice. For when many have been shut up in prison to await trial, of whom some will be found guilty, while others will prove to be innocent, it would be harsh indeed if out of regard for the guiltless we should not bestow some pity on the guilty also, or again, if on account of the guilty we should behave ruthlessly and inhumanly to those also who have done no wrong. This too, when I consider it, seems to me altogether wrong; I mean that we call Zeus by the title “God of Strangers,” while we show ourselves more inhospitable to strangers than are the very Scythians. How, I ask, can one who wishes to sacrifice to Zeus, the God of Strangers, even approach his temple? With what conscience can he do so, when he has forgotten the saying)
(“From Zeus come all beggars and strangers; and a gift is precious though small”?500)
[C] Πῶς δὲ ὁ τὸν Ἑταίρειον θεραπεύων Δία, ὁρῶν τοὺς πέλας ἐνδεεῖς χρημάτων, εἶτα μηδ᾽ ὅσον δραχμῆς μεταδιδούς, οἴεται τὸν Δία καλῶς θεραπεύειν; ὅταν εἰς ταῦτα ἀπίδω, παντελῶς ἀχανὴς γίνομαι, τὰς μὲν ἐπωνυμίας τῶν θεῶν ἅμα τῷ κόσμῳ τῷ ἐξ ἀρχῆς ὥσπερ εἰκόνας γραπτὰς ὁρῶν, ἔργῳ δὲ ὑφ᾽ ἡμῶν οὐδὲν τοιοῦτον ἐπιτηδευόμενον. ὁμόγνιοι λέγονται [D] παρ᾽ ἡμῖν θεοὶ καὶ Ζεὺς ὁμόγνιος, ἔχομεν δὲ ὥσπερ πρὸς ἀλλοτρίους τοὺς συγγενεῖς· ἄνθρωπος γὰρ ἀνθρώπῳ καὶ ἑκὼν καὶ ἄκων πᾶς ἐστι συγγενής, εἴτε, καθάπερ λέγεται παρά τινων, ἐξ ἑνός τε καὶ μιᾶς γενόναμεν πάντες, εἴθ᾽ ὁπωσοῦν ἄλλως, ἀθρόως ὑποστησάντων ἡμᾶς τῶν θεῶν ἅμα τῷ κόσμῳ τῷ ἐξ ἀρχῆς, οὐχ ἕνα καὶ μίαν, ἀλλὰ πολλοὺς ἅμα καὶ πολλάς. [292] οἱ γὰρ ἕνα καὶ μίαν δυνηθέντες οἷοί τε ἦσαν ἅμα καὶ πολλοὺς καὶ πολλὰς ὑποστῆσαι.501 καὶ γὰρ ὃν τρόπον τόν τε ἕνα καὶ τὴν μίαν, τὸν αὐτὸν τρόπον τοὺς πολλούς τε καὶ τὰς πολλάς. εἴς τε τὸ διάφορον [pg 306] ἀποβλέψαντα τῶν ἐθῶν502 καὶ τῶν νόμων, οὐ μὴν ἀλλὰ καὶ ὅπερ ἐστὶ μεῖζων καὶ τιμιώτερον καὶ κυριώτερον, εἰς τὴν τῶν θεῶν φήμην, ἣ παραδέδοται διὰ τῶν ἀρχαίων ἡμῖν θεουργῶν, [B] ὡς ὅτε Ζεὺς ἐκόσμει τὰ πάντα, σταγόνων αἵματος ἱεροῦ πεσουσῶν, ἐξ ὧν που τὸ τῶν ἀνθρώπων βλαστήσειε γένος. καὶ οὕτως οὖν συγγενεῖς γινόμεθα πάντες, εἰ μὲν ἐξ ἑνὸς καὶ μιᾶς, ἐκ δυοῖν ἀνθρώποιν ὄντες οἱ πολλοὶ καὶ πολλαὶ, εἰ δέ, καθάπερ οἱ θεοί φασι καὶ χρὴ πιστεύειν ἐπιμαρτυρούντων τῶν ἔργων, ἐκ τῶν θεῶν πάντες γεγονότες. ὅτι δὲ πολλοὺς ἅμα ἀνθρώπους [C] γενέσθαι μαρτυρεῖ τὰ ἔργα, ῥηθήσεται μὲν ἀλλαχοῦ δι᾽ ἀκριβείας, ἐνταῦθα δὲ ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς ἐξ ἑνὸς μὲν καὶ μιᾶς οὖσιν οὔτε τοὺς νόμους εἰκὸς ἐπὶ τοσοῦτον παραλλάξαι οὔτε ἄλλως τὴν γῆν ὑφ᾽ ἑνὸς ἐμπλησθῆναι πᾶσαν, οὐδὲ εἰ τέκνα503 ἅμα πολλὰ καθάπερ αἱ σύες ἔτικτον αὐτοῖς αἱ γυναῖκες. πανταχοῦ δὲ ἀθρόως φυτευσάντων τῶν504 θεῶν, ὅνπερ τρόπον ὁ εἷς, οὕτω δὲ καὶ οἱ πλείους προῆλθον ἄνθρωποι τοῖς γενεάρχαις θεοῖς ἀποκληρωθέντες, οἳ καὶ προήγαγον αὐτούς, [D] ἀπὸ τοῦ δημιουργοῦ τὰς ψυχὰς παραλαμβάνοντες ἐξ αἰῶνος.
(Again, the man who worships Zeus the God of Comrades, and who, though he sees his neighbours in need of money, does not give them even so much as a drachma, how, I say, can he think that he is worshipping Zeus aright? When I observe this I am wholly amazed, since I see that these titles of the gods are from the beginning of the world their express images, yet in our practice we pay no attention to anything of the sort. The gods are called by us “gods of kindred,” and Zeus the “God of Kindred,” but we treat our kinsmen as though they were strangers. I say “kinsmen” because every man, whether he will or no, is akin to every other man, whether it be true, as some say, that we are all descended from one man and one woman, or whether it came about in some other way, and the gods created us all together, at the first when the world began, not one man and one woman only, but many men and many women at once. For they who had the power to create one man and one woman, were able to create many men and women at once; since the manner of creating one man and one woman is the same as that of creating many men and many women. And505 one must have regard to the differences in our habits and laws, or still more to that which is higher and more precious and more authoritative, I mean the sacred tradition of the gods which has been handed down to us by the theurgists of earlier days, namely that when Zeus was setting all things in order there fell from him drops of sacred blood, and from them, as they say, arose the race of men. It follows therefore that we are all kinsmen, whether, many men and women as we are, we come from two human beings, or whether, as the gods tell us, and as we ought to believe, since facts bear witness thereto, we are all descended from the gods. And that facts bear witness that many men came into the world at once, I shall maintain elsewhere, and precisely, but for the moment it will be enough to say this much, that if we were descended from one man and one woman, it is not likely that our laws would show such great divergence; nor in any case is it likely that the whole earth was filled with people by one man; nay, not even if the women used to bear many children at a time to their husbands, like swine. But when the gods all together had given birth to men, just as one man came forth, so in like manner came forth many men who had been allotted to the gods who rule over births; and they brought them forth, receiving their souls from the Demiurge from eternity.506)
Κἀκεῖνο δ᾽ ἄξιον ἐννοεῖν, ὅσοι παρὰ τῶν ἔμπροσθεν ἀνάλωνται λόγοι περὶ τοῦ φύσει κοινωνικὸν εἶναι ζῷον τὸν ἄνθρωπον, ἡμεῖς οὖν οἱ ταῦτα εἰπόντες καὶ διατάξαντες ἀκοινωνήτως πρὸς τοὺς [pg 308] πλησίον ἕξομεν; ἐκ δὴ τῶν τοιούτων ἠθῶν τε καὶ ἐπιτηδευμάτων ἕκαστος ἡμῶν ὁρμώμενος εὐλαβείας τῆς εἰς τοὺς θεούς, [293] χρηστότητος τῆς εἰς ἀνθρώπους, ἁγνείας τῆς περὶ τὸ σῶμα, τὰ τῆς εὐσεβείας ἔργα πληρούτω, πειρώμενος δὲ ἀεί τι περὶ τῶν θεῶν εὐσεβὲς διανοεῖσθαι καὶ μετά τινος ἀποβλέπων εἰς τὰ ἱερὰ τῶν θεῶν καὶ τὰ ἀγάλματα τιμῆς καὶ ὁσιότητος, σεβόμενος ὥσπερ ἂν εἰ παρόντας ἑώρα τοὺς θεούς. ἀγάλματα γὰρ καὶ βωμοὺς καὶ πυρὸς ἀσβέστου φυλακὴν καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα σύμβολα οἱ πατέρες ἔθεντο τῆς παρουσίας τῶν θεῶν, [B] οὐχ ἵνα ἐκεῖνα θεοὺς νομίσωμεν, ἀλλ᾽ ἵνα δι᾽ αὐτῶν τοὺς θεοὺς θεραπεύσωμεν. ἐπειδὴ γὰρ ἡμᾶς ὄντας ἐν σώματι σωματικῶς507 ἔδει ποιεῖσθαι τοῖς θεοῖς καὶ τὰς λατρείας, ἀσώματοι δέ εἰσιν αὐτοί· πρῶτα μὲν ἔδειξαν ἡμῖν ἀγάλματα τὸ δεύτερον ἀπὸ τοῦ πρώτου τῶν θεῶν γένος περὶ πάντα τὸν οὐρανὸν κύκλῳ περιφερόμενον. [C] δυναμένης δὲ οὐδὲ τούτοις ἀποδίδοσθαι τῆς θεραπείας σωματικῶς· ἀπροσδεᾶ γάρ ἐστι φύσει· ἕτερον508 ἐπὶ γῆς ἐξηυρέθη γένος ἀγαλμάτων, εἰς ὃ τὰς θεραπείας ἐκτελοῦντες ἑαυτοῖς εὐμενεῖς τοὺς θεοὺς καταστήσομεν. ὥσπερ γὰρ οἱ τῶν βασιλέων θεραπεύοντες εἰκόνας, οὐδὲν δεομένων, ὅμως ἐφέλκονται τὴν εὔνοιαν εἰς ἑαυτούς, οὕτων καὶ οἱ θεῶν θεραπεύοντες τὰ ἀγάλματα, [D] δεομένων οὐδὲν τῶν θεῶν, ὅμως πείθουσιν αὐτοὺς ἐπαμύνειν σφίσι [pg 310] καὶ κήδεσθαι· δεῖγμα γάρ ἐστιν ὡς ἀληθῶς ὁσιότητος ἡ περὶ τὰ δυνατὰ προθυμία, καὶ ὁ ταύτην πληρῶν εὔδηλον ὅτι μειζόνως ἐκείνην ἀποδίδωσιν, ὁ δὲ τῶν δυνατῶν ὀλιγωρῶν, εἶτα προσποιούμενος τῶν ἀδυνάτων ὀρέγεσθαι δῆλός ἐστιν [294] οὐκ ἐκεῖνα μεταδιώκων, ἀλλὰ ταῦτα παρορῶν· οὐδὲ γάρ, εἰ μηδενὸς ὁ θεὸς δεῖται, διὰ τοῦτο οὐδὲν αὐτῷ προσοιστέον· οὐδὲ γὰρ τῆς διὰ λόγων εὐφημίας δεῖται. τί οὖν; εὔλογον αὐτὸν ἀποστερῆσαι καὶ ταύτης; [B] οὐδαμῶς. οὐκ ἄρα οὐδὲ τῆς διὰ τῶν ἔργων εἰς αὐτὸν γιγνομένης τιμῆς, ἧς ἐνομοθέτησαν οὐκ ἐνιαυτοὶ τρεῖς οὐδὲ τρισχίλιοι, πᾶς δὲ ὁ προλαβὼν αἰὼν ἐν πᾶσι τοῖς τῆς γῆς ἔθνεσιν.
(It is proper also to bear in mind how many discourses have been devoted by men in the past to show that man is by nature a social animal. And shall we, after, asserting this and enjoining it, bear ourselves unsociably to our neighbours? Then let everyone make the basis of his conduct moral virtues, and actions like these, namely reverence towards the gods, benevolence towards men, personal chastity; and thus let him abound in pious acts, I mean by endeavouring always to have pious thoughts about the gods, and by regarding the temples and images of the gods with due honour and veneration, and by worshipping the gods as though he saw them actually present. For our fathers established images and altars, and the maintenance of undying fire, and, generally speaking, everything of the sort, as symbols of the presence of the gods, not that we may regard such things as gods, but that we may worship the gods through them. For since being in the body it was in bodily wise that we must needs perform our service to the gods also, though they are themselves without bodies; they therefore revealed to us in the earliest images the class of gods next in rank to the first, even those that revolve in a circle about the whole heavens. But since not even to these can due worship be offered in bodily wise—for they are by nature not in need of anything509—another class of images was invented on the earth, and by performing our worship to them we shall make the gods propitious to ourselves. For just as those who make offerings to the statues of the emperors, who are in need of nothing, nevertheless induce goodwill towards themselves thereby, so too those who make offerings to the images of the gods, though the gods need nothing, do nevertheless thereby persuade them to help and to care for them. For zeal to do all that is in one's power is, in truth, a proof of piety, and it is evident that he who abounds in such zeal thereby displays a higher degree of piety; whereas he who neglects what is possible, and then pretends to aim at what is impossible, evidently does not strive after the impossible, since he overlooks the possible. For even though God stands in need of nothing, it does not follow that on that account nothing ought to be offered to him. He does not need the reverence that is paid in words. What then? Is it rational to deprive him of this also? By no means. It follows then that one ought not to deprive him either of the honour that is paid to him through deeds, an honour which not three years or three thousand years have ordained, but all past time among all the nations of the earth.)
[C] Ἀφορῶντες οὖν εἰς τὰ τῶν θεῶν ἀγάλματα μή τοι νομίζωμεν αὐτὰ λίθους εἶναι μηδὲ ξύλα, μηδὲ μέντοι τοὺς θεοὺς αὐτοὺς εἶναι ταῦτα. καὶ γὰρ οὐδὲ τὰς βασιλικὰς εἰκόνας ξύλα καὶ λίθον καὶ χαλκὸν λέγομεν, οὐ μὴν οὐδὲ αὐτοὺς τοὺς βασιλέας, ἀλλὰ εἰκόνας βασιλέων. ὅστις οὖν ἐστι φιλοβασιλεὺς ἡδέως ὁρᾷ τὴν τοῦ βασιλέως εἰκόνα, καὶ ὅστις ἐστὶ [D] φιλόπαις ἡδέως ὁρᾷ τὴν τοῦ παιδός, καὶ ὅστις φιλοπάτωρ τὴν τοῦ πατρός. οὐκοῦν καὶ ὅστις φιλόθεος ἡδέως εἰς τὰ τῶν θεῶν ἀγάλματα καὶ τὰς εἰκόνας ἀποβλέπει, σεβόμενος ἅμα καὶ φρίττων ἐξ ἀφανοῦς ὁρῶντας εἰς αὐτὸν τοὺς θεούς. εἴ τις οὖν οἴεται δεῖν αὐτὰ μηδὲ φθείρεσθαι διὰ τὸ θεῶν ἅπαξ εἰκόνας κληθῆναι, [pg 312] παντελῶς ἄφρων εἶναί μοι φαίνεται. χρῆν γὰρ δήπουθεν αὐτὰ μηδὲ [295] ὑπὸ ἀνθρώπων γενέσθαι. τὸ δὲ ὑπ᾽ ἀνδρὸς σοφοῦ καὶ ἀγαθοῦ γενόμενον ὑπὸ ἀνθρώπου πονηροῦ καὶ ἀμαθοῦς φθαρῆναι δύναται. τὰ δὲ ὑπὸ τῶν θεῶν ζῶντα ἀγάλματα κατασκευασθέντα τῆς ἀφανοῦς αὐτῶν οὐσίας, οἱ περὶ τὸν οὐρανὸν κύκλῳ φερόμενοι θεοί, μένει τὸν ἀεὶ χρόνον ἀίδια. μηδεὶς οὖν ἀπιστείτω θεοῖς ὁρῶν καὶ ἀκούων, ὡς ἐνύβρισάν τινες εἰς τὰ ἀγάλματα καὶ τοὺς ναούς. ἆρ᾽ οὐκ ἀνθρώπους χρηστοὺς ἀπέκτειναν πολλοί, [B] καθάπερ Σωκράτη καὶ Δίωνα καὶ τὸν μέγαν Ἐμπεδότιμον; ὧν εὖ οἶδ᾽ ὅτι μᾶλλον ἐμέλησε τοῖς θεοῖς. ἀλλ᾽ ὁρᾶτε, ὅτι καὶ τούτων φθαρτὸν εἰδότες τὸ σῶμα συνεχώρησαν εἶξαι τῇ φύσει καὶ ὑποχωρῆσαι, δίκην δὲ ἀπῄτησαν ὕστερον παρὰ τῶν κτεινάντων. ὃ δὴ συνέβη φανερῶς ἐφ᾽ ἡμῶν ἐπὶ πάντων τῶν ἱεροσύλων.
(Therefore, when we look at the images of the gods, let us not indeed think they are stones or wood, but neither let us think they are the gods themselves; and indeed we do not say that the statues of the emperors are mere wood and stone and bronze, but still less do we say they are the emperors themselves. He therefore who loves the emperor delights to see the emperor's statue, and he who loves his son delights to see his son's statue, and he who loves his father delights to see his father's statue. It follows that he who loves the gods delights to gaze on the images of the gods, and their likenesses, and he feels reverence and shudders with awe of the gods who look at him from the unseen world. Therefore if any man thinks that because they have once been called likenesses of the gods, they are incapable of being destroyed, he is, it seems to me, altogether foolish; for surely in that case they were incapable of being made by men's hands. But what has been made by a wise and good man can be destroyed by a bad and ignorant man. But those beings which were fashioned by the gods as the living images of their invisible nature, I mean the gods who revolve in a circle in the heavens, abide imperishable for all time. Therefore let no man disbelieve in gods because he sees and hears that certain persons have profaned their images and temples. Have they not in many cases put good men to death, like Socrates and Dio and the great Empedotimus?510 And yet I am very sure that the gods cared more for these men than for the temples. But observe that since they knew that the bodies even of these men were destructible, they allowed them to yield to nature and to submit, but later on they exacted punishment from their slayers; and this has happened in the sight of all, in our own day also, in the case of all who have profaned the temples.)
Μηδεὶς οὖν ἀπατάτω λόγοις μηδὲ ταραττέτω περὶ τῆς προνοίας ἡμᾶς. [C] οἱ γὰρ ἡμῖν ὀνειδίζοντες τὰ τοιαῦτα, τῶν Ἰουδαίων οἱ προφῆται, τί περὶ τοῦ νεὼ φήσουσι τοῦ παρ᾽ αὐτοῖς τρίτον ἀνατραπέντος, ἐγειρομένου δὲ οὐδὲ νῦν; ἐγὼ δὲ εἶπον οὐκ ὀνειδίζων ἐκείνοις, ὅς γε τοσούτοις ὕστερον χρόνοις ἀναστήσασθαι διενοήθην αὐτὸν εἰς τιμὴν τοῦ κληθέντος ἐπ᾽ αὐτῷ θεοῦ· νυνὶ δὲ ἐχρησάμην αὐτῷ δεῖξαι βουλόμενος, [D] ὅτι τῶν ἀνθρωπίνων οὐδὲν ἄφθαρτον εἶναι δύναται καὶ οἱ τὰ τοιαῦτα [pg 314] γράφοντες ἐλήρουν προφῆται, γρᾳδίοις ψυχροῖς ὁμιλοῦντεσ. οὐδὲν δὲ οἶμαι κωλύει τὸν μὲν θεὸν εἶναι μέγαν, οὐ μὴν σπουδαίων προφητῶν οὐδὲ ἐξηγητῶν τυχεῖν. αἴτιον δέ, ὅτι τὴν ἑαυτῶν ψυχὴν οὐ παρέσχον ἀποκαθῆραι τοῖς ἐγκυκλίοις μαθήμασιν οὐδὲ ἀνοῖξαι μεμυκότα λίαν τὰ ὄμματα οὐδὲ ἀνακαθῆραι [296] τὴν ἐπικειμένην αὐτοῖς ἀχλύν, ἀλλ᾽ οἷον φῶς μέγα δι᾽ ὁμίχλης οἱ ἄνθρωποι βλέποντες οὐ καθαρῶς οὐδὲ εἰλικρινῶς, αὐτὸ δὲ ἐκεῖνο νενομικότες οὐχὶ φῶς καθαρόν, ἀλλὰ πῦρ καὶ τῶν περὶ αὐτὸ πάντων ὄντες ἀθέατοι βοῶσι μέγα· Φρίττετε, φοβεῖσθε, πῦρ, φλόξ, θάνατος, μάχαιρα, ῥομφαία, πολλοῖς ὀνόμασι μίαν ἐξηγούμενοι τὴν βλαπτικὴν τοῦ πυρὸς δύναμιν. ἀλλ᾽ ὑπὲρ μὲν τούτων ἰδίᾳ βέλτιον παραστῆσαι, [B] πόσῳ φαυλότεροι τῶν παρ᾽ ἡμῖν οὗτοι γεγόνασι ποιητῶν οἱ τῶν ὑπὲρ τοῦ θεοῦ λόγων διδάσκαλοι.
(Therefore let no man deceive us with his sayings or trouble our faith in a divine providence. For as for those who make such profanation a reproach against us, I mean the prophets of the Jews, what have they to say about their own temple, which was overthrown three times and even now is not being raised up again? This I mention not as a reproach against them, for I myself, after so great a lapse of time, intended to restore it, in honour of the god whose name has been associated with it. But in the present case I have used this instance because I wish to prove that nothing made by man can be indestructible and that those prophets who wrote such statements were uttering nonsense, due to their gossiping with silly old women. In my opinion there is no reason why their god should not be a mighty god, even though he does not happen to have wise prophets or interpreters. But the real reason why they are not wise is that they have not submitted their souls to be cleansed by the regular course of study, nor have they allowed those studies to open their tightly closed eyes, and to clear away the mist that hangs over them. But since these men see as it were a great light through a fog, not plainly or clearly, and since they think that what they see is not a pure light but a fire, and they fail to discern all that surrounds it, they cry with a loud voice: “Tremble, be afraid, fire, flame, death, a dagger, a broad-sword!” thus describing under many names the harmful might of fire. But on this subject it will be better to demonstrate separately how much inferior to our own poets are these teachers of tales about the gods.)
Προσήκει δὲ οῦ τὰ τῶν θεῶν μόνον ἀγάλματα προσκυνεῖν, ἀλλὰ καὶ τοὺς ναοὺς καὶ τὰ τεμένη καὶ τοὺς βωμούς· εὔλογον δὲ καὶ τοὺς ἱερέας τιμᾶν ὡς λειτουργοὺς θεῶν καὶ ὑπηρέτας καὶ διακονοῦντας ἡμῖν τὰ πρὸς τοὺς θεούς, συνεπισχύοντας τῇ ἐκ θεῶν [C] εἰς ἡμᾶς τῶν ἀγαθῶν δόσει· προθύουσι γὰρ πάντων καὶ ὑπερεύχονται. δίκαιον οὖν ἀποδιδόναι πᾶσιν αὐτοῖς οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον, ἢ τοῖς πολιτικοῖς ἄρχουσι τὰς τιμάς. εἰ δέ τις οἴεται τοῦτο ἐπ᾽ ἴσης χρῆναι νέμειν αὐτοῖς καὶ τοῖς πολιτικοῖς ἄρχουσιν, ἐπεὶ [pg 316] κἀκεῖνοι τρόπον τινὰ τοῖς θεοῖς ἱερατεύουσι, φύλακες ὄντες τῶν νόμων, ἀλλὰ τά γε τῆς εὐνοίας παρὰ πολὺ χρὴ νέμειν τούτοις. [D] οἱ μὲν γὰρ Ἀχαιοὶ καίπερ πολέμιον ὄντα τὸν ἱερέα προσέταττον αἰδεῖσθαι τῷ βασιλεῖ· ἡμεῖς δὲ οὐδὲ τοὺς φίλους αἰδούμεθα τοὺς εὐχομένους ὑπὲρ ἡμῶν καὶ θύοντας.
(It is our duty to adore not only the images of the gods, but also their temples and sacred precincts and altars. And it is reasonable to honour the priests also as officials and servants of the gods; and because they minister to us what concerns the gods, and they lend strength to the gods' gift of good things to us; for they sacrifice and pray on behalf of all men. It is therefore right that we should pay them all not less, if not indeed more, than the honours that we pay to the magistrates of the state. And if any one thinks that we ought to assign equal honours to them and to the magistrates of the state, since the latter also are in some sort dedicated to the service of the gods, as being guardians of the laws, nevertheless we ought at any rate to give the priests a far greater share of our good will. The Achaeans, for instance, enjoined on their king511 to reverence the priest, though he was one of the enemy, whereas we do not even reverence the priests who are our friends, and who pray and sacrifice on our behalf.)
Ἀλλ᾽ ἐπείπερ ὁ λόγος εἰς τὴν πάλαι ποθουμένην ἀρχὴν ἐλήλυθεν, ἄξιον εἶναί μοι δοκεῖ διελθεῖν ἐφεξῆς, ὁποῖός τις ὢν ὁ ἱερεὺς αὐτός τε δικαίως τιμηθήσεται καὶ τοὺς θεοὺς τιμᾶσθαι ποιήσει.512 τὸ γὰρ ἡμέτερον οὐ χρὴ σκοπεῖν οὐδὲ ἐξετάζειν, [297] ἀλλὰ ἕως ἂν ἱερεύς τις ὀνομάζηται, τιμᾶν αὐτὸν χρὴ καὶ θεραπεύειν, εἰ δὲ εἴη πονηρός, ἀφαιρεθέντα τὴν ἱερωσύνην ὡς ἀνάξιον ἀποφανθέντα περιορᾶν· ἕως δὲ προθύει καὶ κατάρχεται καὶ παρίσταται τοῖς θεοῖς, ὡς τὸ τιμιώτατον τῶν θεῶν κτῆμα προσβλεπτέος ἐστὶν ἡμῖν μετὰ αἰδοῦς καὶ εὐλαβείας. ἄτοπον γάρ, εἰ τοὺς μὲν λίθους, ἐξ ὧν οἱ βωμοὶ πεποίηνται, διὰ τὸ καθιερῶσθαι τοῖς θεοῖς ἀγαπῶμεν,513 ὅτι μορφὴν ἔχουσι καὶ σχῆμα πρέπον, εἰς [B] ἥν εἰσι κατεσκευασμένοι λειτουργίαν, ἄνδρα δὲ καθωσιωμένον τοῖς θεοῖς οὐκ οἰησόμεθα χρῆναι τιμᾶν. ἴσως ὑπολήψεταί τις· ἀλλὰ ἀδικοῦντα καὶ ἐξαμαρτάνοντα πολλὰ τῶν πρὸς [pg 318] τοὺς θεοὺς ὁσίων; ἐγὼ δή φημι χρῆναι τὸν μὲν τοιοῦτον ἐξελέγχειν, ἵνα μὴ πονηρὸς ὢν ἐνοχλῇ τοὺς θεούς, ἕως δ᾽ ἂν ἐξελέγξῃ514 τις, μὴ ἀτιμάζειν. οὐδὲ γὰρ [C] εὔλογον ἐπιλαβομένους ταύτης τῆς ἀφορμῆς οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἐπιτηδείων τιμᾶσθαι τὴν τιμὴν προσαφαιρεῖσθαι. ἔστω τοίνυν ὥσπερ ἄρχων, οὕτω δὲ καὶ ἱερεὺς πᾶς αἰδέσιμος, ἐπειδὴ καὶ ἀπόφασίς ἐστι θεοῦ τοῦ Διδυμαίου τοιαύτη·
(But since my discourse has come back again to the beginning as I have so long wished, I think it is worth while for me to describe next in order what sort of man a priest ought to be, in order that he may justly be honoured himself and may cause the gods to be honoured. For as for us, we ought not to investigate or enquire as to his conduct, but so long as a man is called a priest we ought to honour and cherish him, but if he prove to be wicked we ought to allow his priestly office to be taken away from him, since he has shown himself unworthy of it. But so long as he sacrifices for us and makes offerings and stands in the presence of the gods, we must regard him with respect and reverence as the most highly honoured chattel515 of the gods. For it would be absurd for us to pay respect to the very stones of which the altars are made, on account of their being dedicated to the gods, because they have a certain shape and form suited to the ritual for which they have been fashioned, and then not to think that we ought to honour a man who has been dedicated to the gods. Perhaps someone will object—“But suppose he does wrong and often fails to offer to the gods their sacred rites?” Then indeed I answer that we ought to convict a man of that sort, so that he may not by wickedness offend the gods; but that we ought not to dishonour him until he has been convicted. Nor indeed is it reasonable that when we have set our hands to this business, we should take away their honour not only from these offenders but also from those who are worthy to be honoured. Then let every priest, like every magistrate, be treated with respect, since there is also an oracle to that effect from the Didymaean god:516)