ΙΟΥΛΙΑΝΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ
(Julian, Emperor)
ΣΥΜΠΟΣΙΟΝ Η ΚΡΟΝΙΑ
(The Caesars)
Ἐπειδὴ δίδωσιν ὁ θεὸς παίζειν· ἔστι γὰρ Κρόνια· γελοῖον δὲ οὐδὲν οὐδὲ τερπνὸν οἶδα ἐγώ, τὸ μὴ καταγέλαστα φράσαι φροντίδος ἔοικεν εἶναι ἄξιον, ὦ φιλότης.
(“It is the season of the Kronia,541 during which the god allows us to make merry. But, my dear friend, as I have no talent for amusing or entertaining I must methinks take pains not to talk mere nonsense.”)
Εἶτα τίς οὕτω παχύς ἐστι καὶ ἀρχαῖος, ὦ Καῖσαρ, ὥστε καὶ παίζειν πεφροντισμένα; ἐγὼ ᾤμην τὴν παιδιὰν ἄνεσίν τε εἶναι ψυχῆς καὶ ἀπαλλαγὴν τῶν φροντίδων.
(“But, Caesar, can there be anyone so dull and stupid as to take pains over his jesting? I always thought that such pleasantries were a relaxation of the mind and a relief from pains and cares.”)
[B] Ὀρθῶς γε σὺ τοῦτο ὑπολαμβάνων, ἐμοὶ δὲ οὐ ταύτῃ ἔοικεν ἀπαντᾶν τὸ χρῆμα. πέφυκα γὰρ οὐδαμῶς ἐπιτήδειος οὔτε σκώπτειν οὔτε παρῳδεῖν οὔτε γελοιάζειν. ἐπεὶ δὲ χρὴ τῷ νόμῳ πείθεσθαι τοῦ θεοῦ, βούλει σοι ἐν παιδιᾶς μέρει μῦθον διεξέλθω πολλὰ ἴσως ἔχοντα ἀκονῆς ἄξια;
(“Yes, and no doubt your view is correct, but that is not how the matter strikes me. For by nature I have no turn for raillery, or parody, or raising a laugh. But since I must obey the ordinance of the god of the festival, should you like me to relate to you by way of entertainment a myth in which there is perhaps much that is worth hearing?”)
[C] Λέγοις ἂν καὶ μάλα ἀσμένῳ, ἐπεὶ καὶ αὐτὸς οὐκ ἀτιμάζω τοὺς μύθους οὐδὲ παντάπασιν ἐξελαύνω τοὺς ὀρθῶς ἔχοντας, ἀκόλουθά σοί τε καὶ φίλῳ τῷ σῷ, μᾶλλον δὲ τῷ κοινῷ, Πλάτωνι διανοούμενος, ἐπεὶ καὶ αὐτῷ πολλὰ ἐν μύθοις ἐσπούδασται.
(“I shall listen with great pleasure, for I too am not one to despise myths, and I am far from rejecting those that have the right tendency; indeed I am of the same opinion as you and your admired, or rather the universally admired, Plato. He also often conveyed a serious lesson in his myths.”)
[pg 346]Λέγεις ναὶ μὰ Δία ταῦτα ἀληθῆ.
(“By Zeus, that is true indeed!”)
Τίς δὲ καὶ ποταπὸς ὁ μῦθος;
(“But what is your myth and of what type?”)
[307] Οὐ τῶν παλαιῶν τις, ὁποίους Αἴσωπος ἐποίησεν, ἀλλ᾽ εἴτε πλάσμα λέγοις Ἐρμοῦ· πεπυσμένος γὰρ αὐτὸν ἐκεῖθέν σοι φράσω· εἴτε καὶ τἀληθὲς οὕτως ἔχει εἴτε μίξις τίς ἐστιν ἀμφοῖν, αὐτό, φασί,542 δείξει τὸ πράγμα.
(“Not one of those old-fashioned ones such as Aesop543 wrote. But whether you should call mine an invention of Hermes—for it was from him I learned what I am going to tell you—or whether it is really true or a mixture of truth and fiction, the upshot, as the saying is, will decide.”)
Τουτὶ μὲν οὖν ἤδη μυθικῶς ἅμα καὶ ῥητορικῶς ἐξείργασταί σοι τὸ προοίμιον· ἀλλά μοι τὸν λόγον αὐτόν, ὁποῖός ποτέ ἐστιν, ἤδη διέξελθε.
(“This is indeed a fine preface that you have composed, just the thing for a myth, not to say an oration! But now pray tell me the tale itself, whatever its type may be.”)
Μανθάνοις ἄν.
(“Attend.”)
[B] Θύων ὁ Ῥωμύλος τὰ Κρόνια πάντας ἐκάλει τοὺς θεούς, καὶ δὴ καὶ αὐτοὺς544 τοὺς καίσαρας. κλῖναι δὲ ἐτύγχανον παρεσκευασμέναι τοῖς μὲν θεοῖς ἄνω κατ᾽ αὐτό, φασίν, οὐρανοῦ τὸ μετέωρον,
(At the festival of the Kronia Romulus gave a banquet, and invited not only all the gods, but the Emperors as well. For the gods couches had been prepared on high, at the very apex, so to speak, of the sky,545 on)
(“Olympus where they say is the seat of the gods, unshaken for ever.”546)
λέγεται γὰρ μεθ᾽ Ἡρακλέα παρελθεῖν ἐκεῖσε καὶ ὁ Κυρῖνος, ᾧ δὴ χρὴ καλεῖν αὐτὸν ὀνόματι, τῇ θείᾳ πειθομένους φήμῃ. τοῖς μὲν οὖν θεοῖς ἐκεῖσε παρεσκεύαστο τὸ συμπόσιον· [C] ὑπ᾽ αὐτὴν δὲ τὴν σελήνην ἐπὶ μετεώρου τοῦ ἀέρος ἐδέδοκτο τοὺς καίσαρας δειπνεῖν. ἀνεῖχε δὲ αὐτοὺς ἥ τε τῶν σωμάτων κουφότης, ἅπερ ἐτύγχανον ἠμφιεσμένοι, καὶ ἡ περιφορὰ τῆς σελήνης. κλῖναι μὲν οὖν ἔκειντο τέτταρες, εὐτρεπεῖς τοῖς μεγίστοις θεοῖς. ἐβένου μὲν ἦν ἡ τοῦ Κρόνου στιλβούσης καὶ πολλὴν ἐν τῷ μέλανι καὶ θείαν αὐγὴν κρυπτούσης, ὥστε οὐδεὶς οἷός τε ἦν ἀντιβλέπειν. [pg 348] ἔπασχε δὲ ταὐτὸ [D] πρὸς τὴν ἔβενον ἐκείνην τὰ ὄμματα δι᾽ ὑπερβολὴν τῆς λαμπηδόνος, ὅπερ οἶμαι πρὸς ἥλιον, ὅταν αὐτοῦ τῷ δίσκῳ τις ἀτενέστερον προσβλέπῃ. ἡ δὲ τοῦ Διὸς ἦν ἀργύρου μὲν στιλπνοτέρα, χρυσίου δὲ λευκοτέρα. τοῦτο εἴτε ἤλεκτρον χρὴ καλεῖν εἴτε ἄλλο τι λέγειν, οὐ σφόδρα εἶχέ μοι γνωρίμως ὁ Ἑρμῆς φράσαι. χρυσοθρόνω δὲ παρ᾽ ἑκάτερον ἐκαθεζέσθην547 ἥ τε μήτηρ καὶ ἡ θυγάτηρ, [308] Ἥρα μὲν παρὰ τὸν Δία, Ῥέα δὲ παρὰ τὸν Κρόνον. τὸ δὲ τῶν θεῶν κάλλος οὐδὲ ἐκεῖνος ἐπεξῄει τῷ λόγῳ, μεῖζον εἶναι λέγων αὐτὸ καὶ νῷ θεατόν, ἀκοῇ δὲ καὶ ῥήμασιν οὔτε προοισθῆναι ῥᾴδιον οὔτε παραδεχθῆναι δυνατόν. οὐχ οὕτω τις ἔσται καὶ φανεῖται μεγαλόφωνος, ὥστε τὸ μέγεθος ἐκεῖνο φράσαι τοῦ κάλλους, ὁπόσον ἐπιπρέπει τῇ τῶν θεῶν ὄψει.
(For we are told that after Heracles, Quirinus also ascended thither, since we must give Romulus the name of Quirinus in obedience to the divine will.548 For the gods then the banquet had been made ready there. But just below the moon in the upper air he had decided to entertain the Emperors. The lightness of the bodies with which they had been invested, and also the revolution of the moon sustained them. Four couches were there made ready for the superior gods. That of Kronos was made of gleaming ebony, which concealed in its blackness a lustre so intense and divine that no one could endure to gaze thereon. For in looking at that ebony, the eyes suffered as much, methinks, from its excess of radiance as from the sun when one gazes too intently at his disc. The couch of Zeus was more brilliant than silver, but paler than gold; whether however one ought to call this “electron,”549 or to give it some other name, Hermes could not inform me precisely. On either side of these sat on golden thrones the mother and daughter, Hera beside Zeus and Rhea beside Kronos. As for the beauty of the gods, not even Hermes tried to describe it in his tale; he said that it transcended description, and must be comprehended by the eye of the mind; for in words it was hard to portray and impossible to convey to mortal ears. Never indeed will there be or appear an orator so gifted that he could describe such surpassing beauty as shines forth on the countenances of the gods.)
[B] Παρεσκεύαστο δὲ καὶ τοῖς ἄλλοις θεοῖς ἑκάστῳ θρόνος ἢ κλίνη κατὰ πρεσβείαν. ἤριζε δὲ οὐδείς, ἀλλ᾽ ὅπερ Ὅμηρος ὀρθῶς ποιῶν ἔφη, δοκεῖν μοι παρὰ τῶν Μουσῶν αὐτῶν ἀκηκοώς, ἔχειν ἕκαστον τῶν θεῶν θρόνον, ἐφ᾽ οὗ πάντως αὐτῷ θέμις καθῆσθαι στερεῶς καὶ ἀμετακινήτως· ἐπεὶ καὶ πρὸς τὴν παρουσίαν τοῦ πατρὸς ἐξανιστάμενοι ταράττουσιν οὐδαμῶς τὰς καθέδρας οὐδὲ μεταβαίνουσιν οὐδὲ ὑφαρπάζουσιν ἀλλήλων, [C] γνωρίζει δὲ ἕκαστος τὸ προσῆκον αὑτῷ. πάντων οὖν κύκλῳ τῶν θεῶν καθημένων, ὁ Σειληνὸς ἐρωτικῶς ἔχειν μοι δοκῶν τοῦ Διονύσου καλοῦ καὶ νέου καὶ [pg 350] τῷ πατρὶ τῷ Διὶ παραπλησίου πλησίον αὐτοῦ, τροφεύς τις οἷα καὶ παιδαγωγός, [D] καθῆστο, τά τε ἄλλα φιλοπαίγμονα καὶ φιλόγελων καὶ χαριτοδότην550 ὄντα τὸν θεὸν εὐφραίνων καὶ δὴ καὶ τῷ σκώπτειν τὰ πολλὰ καὶ γελοιάζειν.
(For the other gods had been prepared a throne or couch, for everyone according to seniority. Nor did any dispute arise as to this, but as Homer said,551 and correctly, no doubt instructed by the Muses themselves, every god has his seat on which it is irrevocably ordained that he shall sit, firmly and immovably fixed; and though they rise on the entrance of their father they never confound or change the order of their seats or infringe on one another's, since every one knows his appointed place. Now when the gods were seated in a circle, Silenus, amorous, methinks, of Dionysus ever fair and ever young, who sat close to Zeus his father, took his seat next to him on the pretext that he had brought him up and was his tutor. And since Dionysus loves jesting and laughter and is the giver of the Graces, Silenus diverted the god with a continual flow of sarcasms and jests, and in other ways besides.)
Ὡς δὲ καὶ τὸ τῶν καισάρων συνεκεκρότητο552 συμπόσιον, εἰσῄει πρῶτος Ἰούλιος Καῖσαρ, ὑπὸ φιλοτιμίας αὐτῷ βουλόμενος ἐρίσαι τῷ Διὶ περὶ τῆς μοναρχίας, εἰς ὃν ὁ Σειληνὸς βλέψας, Ὅρα, εἶπεν, ὦ Ζεῦ, μή σε ὁ ἀνὴρ οὗτος ὑπὸ φιλαρχίας ἀφελέσθαι καὶ τὴν βασιλείαν διανοηθῇ. καὶ γὰρ, ὡς ὁρᾷς, ἐστὶ μέγας καὶ καλός· ἐμοὶ γοῦν, εἰ καὶ μηδὲν ἄλλο, [309] τὰ γοῦν περὶ τὴν κεφαλὴν ἐστι προσόμοιος. παίζοντος ἔτι τοιαῦτα τοῦ Σειληνοῦ καὶ τῶν θεῶν οὐ σφόδρα προσεχόντων αὐτῷ, Ὀκταβιανὸς ἐπεισέρχεται πολλὰ ἀμείβων, ὥσπερ οἱ χαμαιλέοντες, χρώματα καὶ νῦν μὲν ὠχριῶν, αὖθις δὲ ἐρυθρὸς γινόμενος, εἶτα μέλας καὶ ζοφώδης καὶ συννεφής· [B] ἀνίετο δ᾽ αὖθις εἰς Ἀφροδίτην καὶ Χάριτας, εἶναί τε ἤθελε τὰς βολὰς τῶν ὀμμάτων ὁποῖός ἐστιν ὁ μέγας Ἥλιος· οὐδένα γάρ οἱ τῶν ἀπαντώντων553 ἀντιβλέπειν ἠξίου. καὶ ὁ Σειληνός, Βαβαί, ἔφη, τοῦ παντοδαποῦ τούτου θηρίου· τί ποτ᾽ ἄρα δεινὸν ἡμᾶς ἐργάσεται; Παῦσαι, εἴπε, ληρῶν, ὁ Ἀπόλλων· ἐγὼ γὰρ αὐτὸν τουτῳὶ Ζήνωνι παραδοὺς αὐτίκα ὑμῖν ἀποφανῶ χρυσὸν ἀκήρατον. [C] ἀλλ᾽ ἴθι, εἶπεν, ὦ Ζήνων, ἐπιμελήθητι τοὐμοῦ θρέμματος. ὁ δὲ [pg 352] ὑπακούσας, εἶτα ἐπᾴσας αὐτῷ μικρὰ τῶν δογμάτων, ὥσπερ οἱ τὰς Ζαμόλξιδος ἐπῳδὰς θρυλοῦντες, ἀπέφηνεν ἄνδρα ἔμφρονα καὶ σώφρονα.
(When the banquet had been arranged for the Emperors also, Julius Caesar entered first, and such was his passion for glory that he seemed ready to contend with Zeus himself for dominion. Whereupon Silenus observing him said, “Take care, Zeus, lest this man in his lust for power be minded to rob you of your empire. He is, as you see, tall and handsome, and if he resembles me in nothing else, round about his head he is very like me.”554 While Silenus, to whom the gods paid very little attention, was jesting thus, Octavian entered, changing colour continually, like a chameleon, turning now pale now red; one moment his expression was gloomy, sombre, and overcast, the next he unbent and showed all the charms of Aphrodite and the Graces. Moreover in the glances of his eyes he was fain to resemble mighty Helios, for he preferred that none who approached should be able to meet his gaze.555 “Good Heavens!” exclaimed Silenus, “what a changeable monster is this! What mischief will he do us?” “Cease trifling,” said Apollo, “after I have handed him over to Zeno556 here, I shall transform him for you straightway to gold without alloy. Come, Zeno,” he cried, “take charge of my nursling.” Zeno obeyed, and thereupon, by reciting over Octavian a few of his doctrines,557 in the fashion of those who mutter the incantations of Zamolxis,558 he made him wise and temperate.)
Τρίτος ἐπεισέδραμεν αὐτοῖς Τιβέριος σεμνὸς τὰ πρόσωπα καὶ βλοσυρός, σῶφρόν τε ἅμα καὶ πολεμικὸν βλέπων. ἐπιστραφέντος δὲ πρὸς τὴν καθέδραν ὤφθησαν ὠτειλαὶ κατὰ τὸν νῶτον μυρίαι, καυτῆρές τινες [D] καὶ ξέσματα καὶ πληγαὶ χαλεπαὶ καὶ μώλωπες ὑπό τε ἀκολασίας καὶ ὠμότητος ψῶραί τινες καὶ λειχῆνες οἷον ἐγκεκαυμέναι. εἶθ᾽ ὁ Σειληνός
(The third to hasten in was Tiberius, with countenance solemn and grim, and an expression at once sober and martial. But as he turned to sit down his back was seen to be covered with countless scars, burns, and sores, painful welts and bruises, while ulcers and abscesses were as though branded thereon, the result of his self-indulgent and cruel life.559 Whereupon Silenus cried out,)
(“Far different, friend, thou appearest now than before,”560)
εἰπὼν ἔδοξεν αὑτοῦ φαίνεσθαι σπουδαιότερος. καὶ ὁ Διόνυσος πρὸς αὐτόν, Τί δῆτα, εἶπεν, ὦ παππίδιον σπουδάζεις; καὶ ὅς, Ἐξέπληξέ με ὁ γέρων οὑτοσί, ὁ Σάτυρος, ἔφη, καὶ πεποίηκεν ἐκλαθόμενον ἐμαυτοῦ τὰς Ὁμηρικὰς προβαλέσθαι μούσας. [310] ἀλλά σε, εἶπεν, ἕλξει τῶν ὤτων· λέγεται γὰρ αὐτὸς καὶ γραμματιστήν τινα τοῦτο ἐργάσασθαι. οἰμώζων μὲν οὖν, εἶπεν, ἐν τῷ νησυδρίῳ· τὰς Καπρέας αἰνιττόμενος· τὸν ἄθλιον ἁλιέα ψηχέτω. ταῦτα ἔτι παιζόντων αὐτῶν, ἐπεισέρχεται θηρίον πονηρόν. εἶτα οἱ θεοὶ πάντες ἀπέστρεψαν τὰ ὄμματα, κᾆτα αὐτὸν δίδωσιν ἡ Δίκη ταῖς Ποιναῖς, [B] αἱ δὲ ἔρριψαν εἰς [pg 354] Τάρταρον. οὐδὲν οὖν ἔσχεν ὁ Σειληνὸς ὑπὲρ αὐτοῦ φράσαι. τοῦ Κλαυδίου δὲ ἐπεισελθόντος, ὁ Σειληνὸς ἄρχεται τοὺς Ἀριστοφάνους Ἱππέας ᾄδειν, ἀντὶ τοῦ Δήμου561 κολακεύων δῆθεν τὸν Κλαύδιον. εἶτα πρὸς τὸν Κυρῖνον ἀπιδών, Ἀδικεῖς, εἶπεν, ὦ Κυρῖνε, τὸν ἀπόγονον ἄγων εἰς τὸ συμπόσιον δίχα τῶν ἀπελευθέρων Ναρκίσσου καὶ Πάλλαντος. ἀλλ᾽ ἴθι, εἶπε, πέμψον ἐπ᾽ ἐκείνους, εἰ βούλει δέ, καὶ ἐπὶ τὴν γαμετὴν Μεσσαλίναν. ἔστι γὰρ ἐκείνων [C] δίχα τουτὶ τῆς τραγωιδίας τὸ δορυφόρημα, μικροῦ δέω φάναι, καὶ ἄψυχον. ἐπεισέρχεται λέγοντι τῷ Σειληνῷ Νέρων μετὰ τῆς κιθάρας καὶ τῆς δάφνης. εἶτα ἀποβλέψας ἐκεῖνος πρὸς τὸν Ἀπόλλωνα, Οὗτος, εἶπεν, ἐπὶ σὲ παρασκευάζεται. καὶ ὁ βασιλεὺς Ἀπόλλων, Ἀλλ᾽ ἔγωγε αὐτόν, εἶπεν, ἀποστεφανώσω, ὅτι με μὴ πάντα μιμεῖται μηδὲ ἐν οἷς με μιμεῖται γίγνεται μου μιμητὴς δίκαιος. ἀποστεφανωθέντα δὲ αὐτὸν ὁ Κωκυτὸς εὐθέως ἥρπασεν.
(and seemed more serious than was his wont. “Pray, why so solemn, little father?” said Dionysus. “It was this old satyr,” he replied, “he shocked me and made me forget myself and introduce Homer's Muse.” “Take care,” said Dionysus, “he will pull your ear, as he is said to have done to a certain grammarian.”562 “Plague take him,” said Silenus, “in his little island”—he was alluding to Capri—“let him scratch the face of that wretched fisherman.”563 While they were still joking together, there came in a fierce monster.564 Thereupon all the gods turned away their eyes from the sight, and next moment Justice handed him over to the Avengers who hurled him into Tartarus. So Silenus had no chance to say anything about him. But when Claudius came in Silenus began to sing some verses from the Knights of Aristophanes,565 toadying Claudius, as it seemed, instead of Demos. Then he looked at Quirinus and said, “Quirinus, it is not kind of you to invite your descendant to a banquet without his freedmen Narcissus and Pallas.566 Come,” he went on, “send and fetch them, and please send too for his spouse Messalina, for without them this fellow is like a lay-figure in a tragedy, I might almost say lifeless.”567 While Silenus was speaking Nero entered, lyre in hand and wearing a wreath of laurel. Whereupon Silenus turned to Apollo and said, “You see he models himself on you.” “I will soon take off that wreath,” replied Apollo, “for he does not imitate me in all things, and even when he does he does it badly.” Then his wreath was taken off and Cocytus instantly swept him away.)
[D] Ἐπὶ τούτῳ πολλοὶ καὶ παντοδαποὶ συνέτρεχον, Βίνδικες, Γάλβαι, Ὄθωνες, Βιτέλλιοι. καὶ ὁ Σειληνός, Τούτων, εἶπε, τῶν μονάρχων τὸ σμῆνος568 πόθεν ἐξηυρήκατε, ὦ θεοί; τυφόμεθα γοῦν ὑπὸ τοῦ καπνοῦ· φείδεται γὰρ οὐδὲ τῶν ἀνακτόρων ταυτὶ τὰ θηρία. καὶ ὁ Ζεὺς ἀπιδὼν πρὸς τὸν ἀδελφὸν αὑτοῦ [311] Σάραπιν καὶ τὸν Οὐεσπασιανὸν δείξας, Πέμπε, εἶπε, τὸν σμικρίνην· τοῦτον ἀπὸ τῆς Αἰγύπτου ταχέως, ἵνα τὴν φλόγα ταύτην κατασβέσῃ· τῶν παίδων δὲ τὸν πρεσβύτερον [pg 356] μὲν παίζειν κέλευε μετὰ τῆς Ἀφροδίτης τῆς πανδήμου, τὸν νεώτερον δὲ τῷ Σικελικῷ θηρίῳ παραπλησίως κλοιῷ δῆσον. παρῆλθεν ἐπὶ τούτοις γέρων ὀφθῆναι καλός· λάμπει γὰρ ἔστιν ὅτε καὶ ἐν τῷ γήρᾳ τὸ κάλλος· ἐντυχεῖν πρᾳότατος, χρηματίσαι δικαιότατος. [B] ᾐδέσθη τοῦτον ὁ Σειληνὸς καὶ ἀπεσιώπησεν. εἶτα ὁ Ἑρμῆς, Ὕπὲρ δὲ τούτου, εἶπεν, οὐδὲν ἡμῖν λέγεις; Ναὶ μὰ Δί᾽, ἔφη, μέμφομαί γε ὑμῖν τῆς ἀνισότητος. τῷ γὰρ φονικῷ θηρίῳ τρὶς πέντε νείμαντες ἐνιαυτοὺς ἕνα μόλις ἐδώκατε τούτῳ βασιλεῦσαι. Ἀλλὰ μὴ μέμφου, εἶπεν ὁ Ζεύς· [C] εἰσάξω γὰρ ἐπὶ τούτῳ πολλοὺς κἈγαθούς. εὐθέως οὖν ὁ Τραïανὸς εἰσήρχετο φέρων ἐπὶ τῶν ὤμων τὰ τρόπαια, τό τε Γετικὸν καὶ τὸ Παρθικόν. ἰδὼν δὲ αὐτὸν ὁ Σειληνὸς ἔφη, λανθάνειν τε ἅμα καὶ ἀκούεσθαι βουλόμενος. Ὥρα νῦν τῷ δεσπότῃ Διὶ σκοπεῖν, ὅπως ὁ Γανυμήδης αὐτῷ φρουρήσεται.
(After Nero many Emperors of all sorts came crowding in together, Vindex, Galba, Otho, Vitellius, so that Silenus exclaimed, “Where, ye gods, have ye found such a swarm of monarchs? We are being suffocated with their smoke; for brutes of this sort spare not even the temple of the gods.”569 Then Zeus turned to his brother Serapis, and pointing to Vespasian said, “Send this niggard from Egypt forthwith to extinguish the flames. As for his sons, bid the eldest570 sport with Aphrodite Pandemos and chain the younger571 in the stocks like the Sicilian monster.”572 Next entered an old man,573 beautiful to behold; for even old age can be radiantly beautiful. Very mild were his manners, most just his dealings. In Silenus he inspired such awe that he fell silent. “What!” said Hermes, “have you nothing to say to us about this man?” “Yes, by Zeus,” he replied, “I blame you gods for your unfairness in allowing that blood-thirsty monster to rule for fifteen years, while you granted this man scarce one whole year.” “Nay,” said Zeus, “do not blame us. For I will bring in many virtuous princes to succeed him.” Accordingly Trajan entered forthwith, carrying on his shoulders the trophies of his wars with the Getae and the Parthians. Silenus, when he saw him, said in a whisper which he meant to be heard, “Now is the time for Zeus our master to look out, if he wants to keep Ganymede for himself.”)
Μετὰ τοῦτον ἐπεισέρχεται βαθεῖαν ἔχων τὴν ὑπήνην ἀνὴρ σοβαρὸς τά τε ἄλλα [D] καὶ δὴ καὶ μουσικὴν ἐργαζόμενος, εἴς τε τὸν οὐρανὸν ἀφορῶν πολλάκις καὶ πολυπραγμονῶν τὰ ἀπόρρητα. τοῦτον δὲ ἰδὼν ὁ Σειληνὸς ἔφη, Τί δὲ ὑμῖν οὗτος ὁ σοφιστὴς δοκεῖ; μῶν Ἀντίνοον τῇδε περισκοπεῖ; φρασάτω τις αὐτῷ μὴ παρεῖναι τὸ μειράκιον ἐνθαδὶ καὶ παυσάτω τοῦ λήρου καὶ τῆς φλυαρίας αὐτόν. [312] ἐπὶ τούτοις ἀνὴρ εἰσέρχεται σώφρων, οὐ τὰ ἐς Ἀφροδίτην, ἀλλὰ τὰ ἐς τὴν πολιτείαν. ἰδὼν αὐτὸν ὁ Σειληνὸς ἔφη, Βαβαὶ τῆς σμικρολογίας· εἷς εἶναί μοι δοκεῖ τῶν διαπριόντων τὸ κύμινον ὁ πρεσβύτης οὗτος. ἐπεισελθούσης δὲ αὐτῷ τῆς τῶν ἀδελφῶν ξυνωρίδος, [pg 358] Βήρου καὶ Λουκίου, δεινῶς ὁ Σειληνὸς συνεστάλη, παίζειν γὰρ οὐκ εἶχεν οὐδ᾽ ἐπισκώπτειν, μάλιστα τὸν Βῆρον, καίτοι καὶ τούτου τὰ περὶ τὸν οἱὸν καὶ τὴν γυναῖκα πολυπραγμονῶν ἁμαρτήματα, [B] τὴν μὲν ὅτι πλέον ἢ προσῆκεν ἐπένθησεν, ἄλλως τε οὐδὲ κοσμίαν οὖσαν, τῷ δὲ ὅτι τὴν ἀρχὴν συναπολλυμένην περιεῖδεν, ἔχων καὶ ταῦτα σπουδαῖον κηδεστήν, ὃς τῶν τε κοινῶν ἂν προύστη κρεῖττον καὶ δὴ καὶ τοῦ παιδὸς αὐτοῦ βέλτιον ἂν ἐπεμελήθη ἢ αὐτὸς αὑτοῦ. καίπερ οὖν ταῦτα πολυπραγμονῶν ᾐδεῖτο τὸ μέγεθος αὐτοῦ τῆς ἀρετῆς· τόν γε μὴν υἱέα οὐδὲ [C] τοῦ σκωφθῆναι νομίσας ἄξιον ἀφῆκεν· ἔπιπτε γὰρ καὶ αὐτὸς εἰς γῆν οὐ δυνάμενος ἵστασθαι574 καὶ παρομαρτεῖν τοῖς ἥρωσιν.
(Next entered an austere-looking man575 with a long beard, an adept in all the arts, but especially music, one who was always gazing at the heavens and prying into hidden things. Silenus when he saw him said, “What think ye of this sophist? Can he be looking here for Antinous? One of you should tell him that the youth is not here, and make him cease from his madness and folly.” Thereupon entered a man576 of temperate character, I do not say in love affairs but in affairs of state. When Silenus caught sight of him he exclaimed, “Bah! Such fussing about trifles! This old man seems to me the sort of person who would split cumin seed.”577 Next entered the pair of brothers, Verus578 and Lucius.579 Silenus scowled horribly because he could not jeer or scoff at them, especially not at Verus; but he would not ignore his errors of judgment in the case of his son580 and his wife,581 in that he mourned the latter beyond what was becoming, especially considering that she was not even a virtuous woman; and he failed to see that his son was ruining the empire as well as himself, and that though Verus had an excellent son-in-law who would have administered the state better, and besides would have managed the youth better than he could manage himself. But though he refused to ignore these errors he reverenced the exalted virtue of Verus. His son however he considered not worth even ridicule and so let him pass. Indeed he fell to earth of his own accord because he could not keep on his feet or accompany the heroes.)
Ἐπεισέρχεται Περτίναξ τῷ συμποσίῳ τὴν σφαγὴν ὀδυρόμενος. ἡ Δίκη δὲ αὐτὸν κατελεήσασα, Ἀλλ᾽ οὐ χαιρήσουσιν, εἶπεν, οἱ τούτων αἴτιοι· καὶ σὺ δέ, ὦ Περτίναξ, ἠδίκεις κοινωνῶν τῆς ἐπιβουλῆς, ὅσον ἐπὶ τοῖς σκέμμασιν, ἣν ὁ Μάρκου παῖς ἐπεβουλεύθη. [D] μετὰ τοῦτον ὁ Σεβῆρος, ἀνὴρ πικρίας γέμων καὶ582 κολαστικός. Ὑπὲρ τούτου δέ, εἶπεν ὁ Σειληνός, οὐδὲν λέγω· φοβοῦμαι γὰρ αὐτοῦ τὸ λίαν ἀπηνὲς καὶ ἀπαραίτητον. ὡς δὲ ἔμελλεν αὐτῷ καὶ τὰ παιδάρια583 συνεισιέναι, πόρρωθεν αὐτὰ διεκώλυσεν ὁ Μίνως. ἐπιγνοὺς δὲ σαφῶς τὸν μὲν νεώτερον ἀφῆκε, τὸν [pg 360] δὲ πρεσβύτερον τιμωρίαν ἔπεμψε τίσοντα. [313] Μακρῖνος ἐνταῦθα φυγὰς μιαιφόνος· εἶτα τὸ ἐκ τῆς Ἐμέσης παιδάριον πόρρω που τῶν ἱερῶν ἀπηλαύνετο περιβόλων. ὅ γε μὴν Σύρος Ἀλέξανδρος ἐν ἐσχάτοις που καθῆστο τὴν αὑτοῦ συμφορὰν ποτνιώμενος. καὶ ὁ Σειληνὸς ἐπισκώπτων αὐτὸν εἶπεν584 Ὦ μῶρε καὶ μέγα νήπιε, τηλικοῦτος ὢν οὐκ αὐτὸς ἦρχες τῶν σεαυτοῦ, τὰ χρήματα δὲ ἐδίδους τῇ μητρὶ [B] καὶ οὐκ ἐπείσθης, ὅσῳ κρεῖττον ἀναλίσκειν ἦν αὐτὰ τοῖς φίλοις ἢ θησαυρίζειν. Ἀλλ᾽ ἔγωγε, εἶπεν ἡ Δίκη, πάντας αὐτούς, ὅσοι μεταίτιοι γεγόνασι τούτων, κολασθησομένους παραδώσω. καὶ οὕτως ἀνείθη τὸ μειράκιον. ἐπὶ τούτῳ παρῆλθεν εἴσω Γαλλιῆνος μετὰ τοῦ πατρός, ὁ μὲν τὰ δεσμὰ τῆς αἰχμαλωσίας ἔχων, ὁ δὲ στολῇ τε [C] καὶ κινήσει χρώμενος μαλακωτέρᾳ ὥσπερ αἱ γυναῖκες. καὶ ὁ Σειληνὸς πρὸς μὲν ἐκεῖνον,
(Then Pertinax came in to the banquet still bewailing his violent end. But Justice took pity on him and said, “Nay, the authors of this deed shall not long exult. But Pertinax, you too were guilty, since at least so far as conjecture went you were privy to the plot that was aimed at the son of Marcus.” Next came Severus, a man of excessively harsh temper and delighting to punish. “Of him,” said Silenus, “I have nothing to say, for I am terrified by his forbidding and implacable looks.” When his sons would have entered with him, Minos kept them at a distance. However, when he had clearly discerned their characters, he let the younger585 pass, but sent away the elder586 to atone for his crimes. Next Macrinus, assassin and fugitive, and after him the pretty boy from Emesa587 were driven far away from the sacred enclosure. But Alexander the Syrian sat down somewhere in the lowest ranks and loudly lamented his fate.588 Silenus made fun of him and exclaimed, “O fool and madman! Exalted as you were you could not govern your own family, but gave your revenues to your mother:589 nor could you be persuaded how much better it was to bestow them on your friends than to hoard them.” “I however,” said Justice, “will consign to torment all who were accessory to his death.” And then the youth was left in peace. Next entered Gallienus and his father,590 the latter still dragging the chains of his captivity, the other with the dress and languishing gait of a woman. Seeing Valerian, Silenus cried,)