APPENDICVLA
OPSARTYTICON GRAECORVM FRAGMENTA
1. Athenaeus XII 516c πρῶτοι δὲ Λυδοὶ καὶ τὴν καρύκην ἐξεῦρον, περὶ ἧς τῆς σκευασίας οἱ τὰ Ὀψαρτυτικὰ συνθέντες εἱρήκασιν, Γλαῦκός τε ὁ Λοκρὸς (PW VII 1421 n. 41) καὶ Μίθαικος καὶ Διονύσιος (PW V 977 n. 133) Ἡρακλεῖδαι (PW VIII 496 n. 58. 59) τε δύο γένος Συρακόσιοι καὶ Ἆγις (Oder PW I 822 n. 10) καὶ Ἐπαίνετος (PW V 2672 n. 9) [καὶ Διονύσιος], ἔτι τε Ἡγήσιππος (PW VII 2611 n. 5) καὶ Ἐρασίστρατος (PW VI 333-350 n. 2) καὶ Εὐθύδημος (PW VI 1505 n. 15) καὶ Κρίτων, πρὸς τούτοις δὲ Στέφανος, Ἀρχύτας (PW II 602 n. 5. 6) [Ἀκέστιος], Ἀκεσίας (PW I 1163 n. 1), Διοκλῆς (PW V 802 n. 53), Φιλιστίων‧ τοσούτους γὰρ οἶδα γράψαντας Ὀψαρτυτικά.
2. Ath. XIV 662c ἀοιδίμων δ᾽ ὀψαρτυτὼν ὀνόματα καταλέγει Βάτων ἐν Εὐεργέταις (Com. III p. 327 Kock) οὕτως
οὐδ᾽ ἀναγεγράμμεθ᾽, ἀλλὰ καίεται λύχνος
καὶ βιβλίον <ἐν> ταῖς χερσί, καὶ φροντίζομεν
τί Σόφων καταλέλοιπ᾽ ἢ τί Σημωνακτίδης
ὁ Χῖος ἢ Τυνδάριχος [-κος trad.] ὁ Σικυώνιος
ἢ Ζωπυρῖνος.
cf. coquorum catalogum apud Euphronem com. frg. 1, 5-9 (Kock III p. 317): Agis Rhodius, Nereus Chius, Chariades Atheniensis, Lamprias, Apthonetus, Euthynus 11, 1: Soterides; Sosipatrem com. fr. 1, 11. 19 (Kock III p. 314) al. Geoponica 20, 6.
3. Anaxippos com. fr. 1, 1 (III p. 296 Kock):
ἐγένονθ᾽ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης‧
ἐδίδασκε δ᾽ αὐτοὺς Σικελιώτης Λάβδακος.
4. Pollux onom. VI 70 p. 245 Bekker πολλὰ δ᾽ ἂν εἴη τῶν περὶ τὴν ἡδυντικὴν σκευασίαν ἐξευρεῖν ἐκ τῶν ὀψοποιικῶν συγγραμμάτων Παντολέοντος καὶ Μιθαίκου καὶ Ζωπυρίνου καὶ Σόφωνος καὶ Ἡγησίππου καὶ Παξάμου (cf. Athen. IX 376d) καὶ Ἐπαινέτου συναριθμοῖτο δ᾽ ἂν τούτοις Ἡρακλείδης τε ὁ Συρακούσιος καὶ Τυνδάριχος ὁ Σικυώνιος καὶ Σιμωνακτίδης ὁ Χῖος καὶ Γλαῦκος ὁ Λοκρός, ὀψοποιητικῆς πραγματείας σοφισταί.
5. Suidas Πάξαμος... Ὀψαρτυτικὰ κατὰ στοιχεῖον.
6. Ath. VII p. 325f.: Μίθαικος δ᾽ ἐν Ὀψαρτυτικῷ ‘ταινίαν’ φησίν ‘ἐκκοιλίξας, τὰν κεφαλὰν ἀποταμὼν, ἀποπλύνας καὶ ταμὼν τεμάχεα κατάχει τυρὸν καὶ ἔλαιον.’ —7. Ath. II 58b: Ἐπαίνετος δὲ καὶ Ἡρακλείδης ὁ Συρακούσιος ἐν Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι (φησι trad.) πρωτεύειν τὰ τῶν ταῶν‧ μεθ᾽ ἃ εἶναι τὰ χηναλωπέκεια‧ τρίτα καταλέγοντες (-γει E, non C) τὰ ὀρνίθεια. —8. Ath. III 88c τὸ δ᾽ ἐντὸς τῆς πίνης Ἐπαίνετος ἐν <Ὀψ>αρτυτικῷ καλεῖσθαί φησι μήκωνα. —9. Ath. VII 294d Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικῷ ἐπινωτιδέα καλεῖ (scil. γαλεόν), χείρονα δ' εἶναι τὸν κεντρίνην καὶ δυσώδη‧ γνωρίζεσθαι δ᾽ ἐκ τοῦ πρὸς τῇ πρώτῃ λοφιᾷ ἔχειν κέντρον τῶν ὁμοειδῶν οὐκ ἐχόντων‧ οὔτε δὲ στέαρ οὔτε πιμελὴν ἔχειν τοὺς ἰχθῦς τούτους διὰ τὸ χονδρώδεις εἶναι.
10. Ath. VII 297c μνημονεύει δ᾽ αὐτοῦ (scil. τοῦ γναφέως piscis) καὶ Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ. —11. Ath. VII 304d Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικοῖς κορύφαιναν αὐτόν (scil. τὸν ἵππουρον) φησιν ὀνομάζεσθαι. —12. Ath. VII 305e τοῦ δὲ κάπρου piscis μνημονεύει καὶ Δωρίων καὶ Ἐπαίνετος. —13. Ath. VII 312b ἐστὶ δὲ λευκόσαρκος (scil. ὁ λειόβατος piscis), ὡς Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ. —14. Ath. VII 313b Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικῷ φησι‧ ῾σμαρίδα, ἣν ἔνιοι καλοῦσι κυνὸς εὐναί᾽. —15. Ath. IX 371e Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικῷ τὰ κεφαλωτὰ herbas καλεῖσθαί φησι γηφυλλίδας. —16. Ath. IX 387d Ἀρτεμίδωρος δὲ ὁ Ἀριστοφάνειος ἐν ταῖς ἐπιγραφομέναις Ὀψαρτυτικαῖς γλώσσαις καὶ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ γλωσσῶν Ἐπαίνετος παρατίθεται λέγοντα ἐν τῷ Ὀψαρτυτικῷ ὅτι ὁ φασιανὸς ὄρνις τατύρας καλεῖται.
—17. Ath. IX 395f οἱ καλούμενοι παραστάται, ὧν μνημονεύει Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ.—18. Ath. XIV p. 662d Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικῷ λέγει ταῦτα‧ ‘μῦμα δὲ παντὸς ἱερείου, καὶ ὄρνιθος δὲ χρὴ ποιεῖν τὰ ἁπαλὰ τῶν κρεῶν μικρὰ συντεμόντα καὶ τὰ σπλάγχνα καὶ τὸ ἔντερον καὶ τὸ αἷμα διαθρύψαντα καὶ ἀρτύσαντα ὄξει, τυρῷ ὀπτῷ, σιλφίῳ, κυμίνῳ, θύμῳ χλωρῷ καὶ ξηρῷ, θύμβρᾳ, κοριάννῳ χλωρῷ τε καὶ ξηρῷ καὶ γητίῳ καὶ κρομμύῳ καθαρῷ πεφωσμένῳ ἢ μήκωνι καὶ σταφίδι ἢ μέλιτι καὶ ῥόας ὀξείας κόκκοις. εἶναι δέ σοι τὸ αὐτὸ [μῦμα] καὶ ὄψον.’ —19. Ath. VII 324a ἐστὶ δὲ τὸ ὑπόσφαγμα ὡς Ἐρασίστρατός φησιν ἐν Ὀψαρτυτικῷ, ὑπότριμμα. γράφει δὲ οὕτως, ‘ὑπόσφαγμα δ᾽ εἶναι κρέασιν ὀπτοῖς ἐκ τοῦ αἵματος τεταραγμένου μέλιτι, τυρῷ, ἁλί, κυμίνῷ, σιλφίῳ, ὄξει ἑφθοῖς’. καὶ Γλαῦκος δ᾽ ὁ Λοκρὸς ἐν Ὀψαρτυτικῷ οὗτως γράφει‧ ‘ὑπόσφαγμα δ᾽ αἷμα ἑφθὸν καὶ σίλφιον καὶ ἕψημα ἢ μέλι καὶ ὄξος καὶ γάλα καὶ τυρὸς καὶ φύλλα εὐώδη τετμημένα.’ —20. Ath. IX 369b τὴν δὲ ῥάφυν Γλαῦκος ἐν τῷ Ὀψαρτυτικῷ διὰ τοῦ Π ψιλῶς καλεῖ ῥάπυν. —21. Ath. XIV 661e καὶ οἱ τὰ Ὀψαρτυτικὰ δὲ συγγράψαντες Ἡρακλείδης τε καὶ Γλαῦκος ὁ Λοκρὸς οὐχ ἁρμόττειν φασὶ ‘<δούλοισι> τὴν μαγειρικήν, ἀλλ᾽ οὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων.’ —22. Ath. III 105e κολύβδαιναν piscem δ᾽ εἴρηκεν Ἐπίχαρμος... ὡς δ᾽ ὁ Ἡρακλείδης ἐν Όψαρτυτικῷ, τὴν καρῖδα. —23. Ath. III 114a πόθεν ὑμῖν <ἂν εἴη> εἰδέναι ὅτι καὶ ‘κύβοι’, οὐχ οὓς ἀεὶ μεταχειρίζεσθε (-ζεσθαι trad.), ἄρτοι εἰσὶ τετράγωνοι, ἡδυσμένοι ἀννήθῳ καὶ τυρῷ καὶ ἐλαίῳ, ὥς φησιν Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ; —24. Ath. VII 328d διαφέρει δὲ τῆς χαλκίδος ὁ χαλκεύς piscis, οὗ μνημονεύει Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ. —25. Ath. XII 516d γίνεσθαι δ᾽ αὐτόν (scil. τὸν κάνδαυλον placentam Lydiam) φησιν ὁ Ταραντῖνος Ἡγήσιππος ἐξ ἑφθοῦ κρέως καὶ κνηστοῦ ἄρτου καὶ Φρυγίου τυροῦ ἀνήθου τε καὶ ζωμοῦ πίονος. —26. Ath. VII 308e Εὐθύδημος δ᾽ ἐν τῷ περὶ ταρίχων τὸν κορακῖνόν piscem φησιν ὑπὸ πολλῶν σαπέρδην προςαγορεύεσθαι‧ ὁμοίως δ᾽ εἴρηκε καὶ Ἡρακλέων ὁ Ἐφέσιος (PW VIII 514 n. 6), ἔτί δὲ Φιλότιμος (nisi legendum Φυλ-) ἐν Ὀψαρτυτικῷ. ὅτι δὲ καὶ πλατιστα[τι]κὸς καλεῖται ὁ σαπέρδης, καθάπερ καὶ ὁ κορακῖνος, Παρμένων φησὶν ὁ Ῥόδιος ἐν πρώτῳ μαγειρικῆς διδασκαλίας. — 27. Ath. VII 326f καὶ Διονύσιος δ᾽ ἐν Όψαρτυτικῷ τῆς ὑαίνης μνημονεύει.
28. Ath. XIV 643e οἶδα δὲ καὶ Καλλίμαχον ἐν τῷ τῶν παντοδαπῶν συγγραμμάτων πίνακι ἀναγράψαντα πλακουντοποιικὰ συγγράμματα Αἰγιμίου (PW I 964 n. 3) καὶ Ἡγησίππου καὶ Μητροβίου, ἔτι δὲ Φαίτου (Φαίστου Meineke) —nominantur: Ἁρποκρατίων ὁ Μενδήσιος (PW VII 2416 n. 8) ἐν τῷ περὶ πλακούντων Ath. XIV 648b cum praecepto. —Ἰατροκλῆς (PW IX 801 n. 3) ἐν Ἀρτοποιικῷ Ath. VII 326e. XIV 646a ἐν τῷ περὶ πλακούντων. 646b fragmentum. 646f. 647b fragmentum. —Φιλιστίων ὁ Λοκρός Ath. III 115d τῶν χονδριτῶν (ἄρτων) τοὺς σεμιδαλίτας πρὸς ίσχύν φησι μᾶλλον πεφυκέναι‧ μεθ᾽ οὓς τοὺς χονδρίτας τίθησιν, εἶτα τοὺς ἀλευρίτας. —Χρύσιππος ὁ Τυανεύς (PW III 2511 n. 21) Ath. III 113a-d ἀρτοποιικόν fragmentum longum. ἐν τῷ άρτοκοπικῷ Ath. XIV 647c-648a fragmentum longum cum praeceptis variis.
29. Εὐθύδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων Ath. II 58f. III 74b. IX 369e Εὔδημος trad. fragmentum. 371a Εὔδημος trad. —ἐν τῷ περὶ ταρίχων Ath. III 116a fragmentum cum versibus (Hesiodi?). 118b. VII 307b. 308c. 315f. 328d. —Schol. in Nicandri Ther. 585 p. 46 Schneider (βουπλεύρου) μνημονεύει .... καὶ Ἐπαίνετος ἐν τῷ περὶ λαχάνων.
30. Geoponica ed. Beckh 18, 21 p. 499 Μέλκης σκευασία σύντομος‧ Παξάμου (potius ex georgicis quam ex opsartyticis, modo verum sit nomen). ἡ καλουμένη μέλκη αὐτοσχέδιος καὶ καλλίων ἔσται εἰ κεραμέοις άγγείοις καινοῖς ὄξος ἐμβάλῃς δριμὺ καὶ ἐπιθῇς αὐτὰ θερμοσποδιᾷ ἢ πυρὶ μαλθακῷ, τουτέστιν ἐπ᾽ ἀνθρακιάν‧ καὶ ἐὰν ὀλίγον ἀναζέσῃ τὸ ὄξος, ἵνα μὴ ἀπὸ τῶν σκευαρίων ἀναποθῇ, ἑλκύσας ἀπὸ τῆς ἀνθρακιᾶς, εἰς τὰ αὐτὰ σκευάρια βάλε γάλα καὶ θὲς αὐτὰ εἰς κιβωτάριον ἢ ἀρμάριον ἢ ἔνθα ἀκίνητον μένει‧ καὶ τῇ ὑστεραίᾳ ἕξεις πολλῷ καλλίους μέλκας τῶν πολλῇ τέχνῃ κατασκευαζομένων τὰ μὲντοι σκευάρια μετὰ πρώτην ἢ δευτέραν χρῆσιν ἄλλασσε. cf. Columella 12, 8 Apic. 7, 1 (308).
31. Ath. XIV 663d ὁ Ἀρτεμίδωρος ἐν ταῖς Ὀψαρτυτικαῖς γλώσσαις τὴν ματτύην ἀποφαίνει κοινὸν εἲναι πάντων ὄνομα τῶν πολυτελῶν ἐδεσμάτων (ἡδυσ- trad.), γράφων οὕτως‧ ‘ἔστι τις (εἴτις τῆς trad.) ὄρνιθος ματτύης. ἐσφάχθω μὲν διὰ τοῦ στόματος εἰς τὴν κεφαλήν. ἔστω δὲ ἕωλος καθάπερ ὁ πέρδιξ. ἐὰν δὲ θὲλῃς, ὡς ἔχει αὐτοῖς πτεροῖς ἐᾶν τετιλμένην.’ εἶτα τὸν τρόπον ἐκθεὶς τῆς ἀρτύσεως καὶ τῆς ἑψήσεως ἐπιφέρει εὐθύς. ‘καὶ νομάδα παχεῖαν ἕψε καὶ νεοσσοὺς τῶν ἤδη κοκκυζόντων, ἐὰν θέλῃς παρὰ πότον χρῆσθαι. εἶτ᾽ ἐξελὼν τὰ λάχανα εἰς τρυβλίον καὶ τῆς ὄρνιθος τῶν κρεῶν ἐπιθεὶς παρατίθει‧ τοῦ θέρους ἀντὶ τοῦ ὄξους τῆς ὄμφακος ἐμβαλὼν εἰς τὸν ζωμὸν ὡς ἔχει τοὺς βότρυς‧ ἐπειδὰν δὲ ἑφθὴ γένηται, ἔξελε μετὰ τοῦ βοτρυδίου πρὸ τοῦ τὸ γίγαρτον ἐξαφεῖναι. εἶθ᾽ οὗτως τὸ λάγανον κατάθρυπτε. οὗτος <ὁ> ματτύης ἐν τοῖς ἡδίστοις.’
32. Pollux Onom. VI 57 p. 242 Bekker τὸ δὲ θρῖον ὧδε ἐσκεύαζον‧ στέαρ ὕειον ἑφθόν μετὰ γάλακτος μίγνυ χόνδρῳ παχεῖ, συμφυράσας δ᾽ αὐτὰ τυρῷ χλωρῷ καὶ λεκίθοις ᾠῶν καὶ ἐγκεφάλοις. περιβαλὼν συκῆς φύλλῳ εὐώδει, ζωμῷ ὀρνιθείῳ ἢ ἐρεφείῳ ἔνεψε, ἔπειτα ἐξελὼν καὶ τὸ φύλλον ἀφελὼν ἔμβαλε εἰς ἀγγεῖον γέμον μέλιτος ξέοντος, καὶ τὸ μὲν ὄνομα τῷ ἐδέσματι προςέθηκε τὸ φύλλον. ἡ δὲ μεῖξις πάντα ἐξ ἴσου δέχεται, τῶν δὲ λεκίθων πλέον, ὅτι πηγνύουσι καὶ συνιστᾶσιν. —33. Schol. Aristoph. eq. 954 p. 66 Dindorf: θρῖον‧ χόνδρος ἢ ὄρυζα ἕψεται ἢ σεμίδαλις ἀρκούντως. εἶτα ἐπιχεῖται τὸ ὕδωρ καὶ φυρᾶ καὶ τὸ ήψημένον μετὰ ἁπαλοῦ τυροῦ καὶ ᾠῶν ὀλίγων. εἶτα περιλαμβάνεται φύλλοις συκίνοις ὅλον καὶ περιειλεῖται καννάβῳ ἢ παπύρῳ ἢ λίνῳ καὶ καθίεται εἰς ζωμὸν κρέων ἡψημένων ἄχρι τοῦ λαβεῖν ἱκανὴν ἕψησιν. εἶτα ἐξαίρεται καὶ τῶν φύλλων περιαιρεθέντων εἰς λοπάδα νέαν ζέοντος μέλιτος ἐμβάλλεται καὶ ἕψεται. στρεφόμενον δὲ, ὅταν ἰκανῶς ἔχῃ καὶ ξανθὸν γένηται. ἐξαιρεθὲν παρατίθεται μέλιτος περιχυθέντος ἢ ἀπὸ τοῦ ἑφθοῦ ἢ ἀπὸ τοῦ ἄλλου. θρῖον δὲ καλεῖται ἀπὸ τῶν φύλλων τῆς συκῆς. ἅτινα οὕτω καλεῖται. duo similia praecepta, alterum Didymi, leguntur in scholiis ibidem I p. 608 Dindorf.
34. Papyrus Heidelberg (inv. 1701 a. b. c) ed. Fr. Bilabel Sitz.-Ber. Heid. Akad. philos.-hist. Kl. 1919 Abh. 23
A. pagina anterior
| Col. ς | <... ......>ω‧ ἔνιοι δὲ τη<......> <τ>ρείβουσιν ἀλλα<..... .........> .κλην καὶ ὠμη η<........ ώσ-> αύ>τως ζεννύου<σι καὶ τὰ ἄλλα> πο>ιοῦσιν ὡς πρό<κειται. |
5 |
| ⁊ | Ζωμὸς ἰχθύος‧ εἰ<ς θυίας ἔμβαλε> χόνδρον. κόρι. πρ<άσον...........> κρόμμια, ἄνηθον <........ ... ὠ-> κιμον, ἄννησον λε<πτὸν ........ . > ἕψε ἐπ᾽ ἀνθράκων κα̣<ὶ καταβρέ-> χων ὕδατι. οἴνῳ, γάρῳ, <ὄξει συμμε-> μειγμένοις‧ ὅταν ἑψ<εθῇ καὶ μέλ-> λῃς αἰρειν, ἐπίπασσε πίπερ <λεῖ- ον‧ μετ᾽ ὄξους δρειμέως κα<θιστ- ᾶσιν ὀλίγον συμπεσεῖν, εἶ<τα με- τ<αί>ρουσιν ἀπὸ τοῦ πυρός‧ οἱ δ<ὲ ὄξ- ους ἐπιχέαντες πάντα ἕψ<ουσι προςυποστρώσαντες τὰ χ<λω- ρὰ καὶ τὰ ἄλλα ποι̣<ο>ῦσιν ὡς π<ρό- κειται. |
10 15 20 |
| ⁊ | Κρέα ταρειχηρὰ ἢ περνῶν τε<μά- χη‧ κρέα ὁμοίως ὠμά‧ τὰ μ<ὲν τα- ρειχηρὰ προζεννύουσιν ἵ<να ἐ- ξαλμίσῃ μόνον‧ εἶτα πάντ<α εἰς λοπάδα‧ οἴνου μέρη δ̅, γλυκέ<ως μέρη β̅, ὄξους μέρος α̅, κόρι ξ<&ρὸν, θύμον, ἄννησον, μάραθον‧ φρῦ- ξον, πάντα ἐξ ἀρχῆς όμο<ῦ ἐ>πιβα- λών. ἕψει‧ μεσάζουσιν ἐπι<βα>λὼν μέλι καὶ κύμεινον λεῖο<ν, ἄλ>λοι καὶ πίπερ, καὶ βαλό<ν>τες εἰ<ς ἀγγ>εῖ- ον θερμὸν τὸν ζωμὸν ἐ<πιβ>άλ- λουσιν ψωμοὺς ψοι<ῶν καὶ> ἄρ- των θερμῶν. |
25 30 |
| ⁊ | Λαγανοφακῆ‧
λάγαν<ον ὀπτὸ>ν κα- λῶς [μ]ἐν ζωμῷ κρεῶν <ὀρ>νεί- θων κατάθρυβε, ἕψε‧ ἢ ἐ<ν οἴ>νῳ, ὕδατι, ἀννήσῳ, κυμείν<ῳ λεί>οις ἄνηθον ξηρὸν, κύμε<ινον>, χω- ρὶς δἐ ἕψε φακῆν‧ κρόμμ<υα τρ>ῖψον |
35 40 |
| Col. η | <........ κύ>μ<ει>νον, ὄξος, ἔλαι- <ον..........>α χλωρὰ, ὕδωρ‧ εἶτα <........ ἑ>φθὰ καλῶς ἀμφό- <τερα....... κ>αὶ ἔλαιον χρ<η>στὸν <...........> ἐπ᾽ ἀνθράκων ἔα <ζέσαι πάντα> ἕως συμπίῃ. |
5 |
| <⁊ | ...........φ>ακοὺς μετὰ χλωρῶν <..........>ὅταν ἑψεθῇ, βάλε <.......... ἄν>νησον, κρόμμυ- <α.........>ι̣α, ἅλας ἢ γάρον ἐκ |
10 |
|
η 6 explevi ex. gr.
|
||
| <..........>υ‧ ὅταν ἑψε<θῇ>, τὰ <.... .... κ>ατάθρυβ<ε.....>υ καὶ αὐ<τ... ...>ν |
||
versus 15-25 toti perierunt
| <..... ......ἐ>λαίῳ καὶ ὄ- <ξει.......βλασ>τὰ ἀμπέλων ἔα εἰς φ<ῶ>ς γενέσθαι, πλύνας. ξύσας σίναπι, μέλι, εἶτ᾽ ἔμβαμμα. |
26 | |
| ⁊ | Ἥπαρ καλὸν‧ τεμὼν ἀναποίει με- τ᾽ ἐλαίου ἁλὶ, κόρι, θύμῳ, ὀπῳ, ὄξει‧ εἰς ὀβελίσκον‧ ὄπτα θερμὸν καὶ χρῳ. |
30 |
| ⁊ | Ψόας καὶ τὰ σαρκώδη‧ λογιστὶ ἀνα- ποιήσας <ἐ>ν ἁλὶ, κόρι, ὀπῷ ὄπτα ἕως μόνον συμπίῃ‧ ἔστω δέ σοι ἐν κύθρᾳ ζωμὸς θερμός‧ ὄξος. ἔ- λαιον ἀνὰ μέρος α̅, οἴνου γλυκέ- ως ἀνὰ μέρη β̅, ἁλὸς βραχύ‧ ἂν ζέ- σῃ, βάλε ὀρειγάνου κορύμβους. κα- |
35 40 |
| Col. θ | τασπάσας τ<......... . . .> ἐμβαλὼν <.............. ...> αὐτῶν. |
|
| ⁊ | Ἥπαρ καλόν‧ τ<εμὼν....... μελί-> κρατον ζεν<νυ................ ἀ-> ποστραγγιζ<.. .. ............ μέ-> λιτί καλῷ κα<................> νῳ ἔμβαμμα <...............> γάρον, οἴνο<ν ...............> ἔα‧ ἄλλοι λεπ<τ..............> <κ>νῆκον. |
5 10 |
| ⁊ | Ἀθήρα...ν̣ |
in reliquis versibus non servata sunt nisi brevia principia, in his duo initia praeceptorum v. 30 Εἰς ψ<όας? et v. 38
B. pagina posterior, non eiusdem cuius fuit A libri.
| Col. ε | <..πάντα β>αλὼν εἰς μέγα βατάνιον <θὲς εἰς τὸ>ν̣ κλείβα<ν>ον‧ ἐὰν μεσάσῃ. <τὸν ζωμὸν> ἀπόχαιε καὶ τὰ κρέα δάε. <.... ...>ἐ<ς> κύθραν. ἐπιβαλὼν ἔλεο<ν> <. . ..>βάλε ἄνωθεν εἰς τὸν κλεί- <βανον‧ ἐ>ὰν ἑψεθῇ, ὄξος μετὰ τῶν <ἀρωμάτ>ων τῶν προκειμένων <....... ἐπίχ>ει ἅλα ὀλίγον‧ ὅταν εἰς <.. ..... >ν ὑγρὸν μεταθῇς καὶ <β>α- <λὼν....τ>ὰ κρέα καὶ εἰς τετρημέ- <νον πίθ>ον καὶ άλῶν βώλου οὐ <........>τως ἵνα τὸ ἀπὸ τῶν κρε- <ῶν .... >ν̣ καὶ τὰ ἄλλα ὁμοίως‧ ἕνιοι <.. .. > μεικρὸν πρὸ τοῦ ὅξους <.... τὸ >κρέας. |
5 10 15 |
| <⁊ | . ... . >σελίνου σπέρμα, γάρ<ο>ν‧ ἐὰν <........ ...>υν <ἐ>ξαίρει <. ......... ..>ον, κύμεινον. |
|
| <⁊ | ... ......>ς, κόρι ξηρὸν, κύμινον <.........>κόρι ξηρὸν. ἀννήθου (διπλοὺν) <....... γ>άρον‧ ἐὰν ἑψεθῇ, πίπερ <........ ἔ>λεον, οἶνον, δεσμὸν ὀρε̣<ι- <γάνου. σ>κορίδιον, ἕψεμα. |
20 |
| <⁊ | .... ...ἔ>λεον, λιγυστικὸν, δεσ<μ...> <.............>ε̣ ἀκόριον χλ<ωρόν. <............δ>εσμίδιον οἰ̣<νάγ- |
25 |
| Col. ς | ρας. ἀκόριον, κάρο<ν, ὄ>ξος. | |
| ⁊ | ἀκόριον ξηρὸν. σ<ελ>ίνο<υ> σπέρμα. ὄξος εἰς θυῒας‧ ἀνα ποίη<σ>ον‧ καὶ ὀπὸν ὀλίγο<ν> καὶ γ<λ>υκὺν μετὰ τοῦ ὄξους‧ ὀλίγον ἄφες ἐφ᾽ ὥρας δύο εἶτα εἰς κύθραν‧ γάρον καλὸν τὸν αὐτάρκη‧ εἰς κλείβανον‧ ἐὰν ἑψε- θῇ, πίπερ. | Λιγυστικόν. κύμεινον, οἴνου διπλοῦ(ν). γάρου ἁπλοῦν, σπουδαῖα ἀμφότερα‧ ἐὰν ἑψεθῇ, πίπερ. ὀπὸν. κόρι ξηρόν‧ αὐτὸ μόνον φρύσσ<ε>τα<ι>. | Τ̣ρ̣ι̣π̣τ̣ο̣ν̣ .... πλ..βανι τυραν ἀλη- α.. αν.υα |
5 10 |
extant praeterea versuum 19-26 aliquot verba finalia et columnae ζ aliquot principia, in his vocabulum εἰμιέφθω<ν> i. ἡμι-
35. addo fragmenta praeceptorum latinorum nuper a Bilabelio ex papyro Heidelberg (inv. n. 1001ab) cum photographis edita quamquam ad rei rusticae potius quam coquinariae librum pertinere videntur. papyrus sat bonae aetatis, apices haud rari, semper recte positi, litteratura uncialis
fragmentum a
|
5 |
. . . . . . . . . . . . . . <adip>ẹm . . . . . . . . mitt>e in vini sextári(um) <au>t Albáni aut Pra<etut- iani odoráti. deinde cum lique facta erit ade<ps, percolato in irin et ita cocito. signum aut<em erit hoc verum coctum <e>sse simul quam < . . . lis erit iris et adeps guttás ostendat . < . . . . . tollito vás aéneum et pónito in aquá fr<igida pe>r quadriduum, iis autem diebus macera<to . . c̣c̣ṣ ṇ . . ạẹ in vino Albáno habito a . . e . . . . |
fragmentum b
|
5 |
. . . . . . . . . . . . . . . . pondo sextantem . . . drachm . I ob . υλ . . . aniem. Hyginus . . . ṃiicuius liḅe<t . . cal>amisco . . . . . . . . . . . . dioṛ . . . . . . . . . . . . . ab áreant . . . . . . > . . . albo. |
. . . . . . . . . . . . . am iaciunt in solẹ<m súcum uvae acerba<e deinde reliqua et . . nul spisso n . . . . . . rito oḅe . . . . . . . . . intro su< . . . . . di- ebus ír<in . . . . . . . . eudde alio . m . . . . |
NOMINA PROPRIA
I. HOMINVM
conchicla 5 4, 2
ius 6 8 8 7, 6
minutal 4 3, 3
ofellae 7 4, 2
patina 4 2, 14
sala cattabia 4 1, 2
isicium 4 3, 2
ius 4 2, 13
minutal 4 3, 2
impensa 8 1, 10 (recent- trad.).
impensa 8 7, 1